Section 276
ΝΕ. ΣΩ. ὀρθῶς. ἀλλʼ ἡ μετὰ τοῦτο διαίρεσις αὖ τίνα τρόπον ἐγίγνετʼ ἄν;
ΞΕ. κατὰ ταὐτὰ καθʼ ἅπερ ἔμπροσθεν διῃρούμεθα τὴν ἀγελαιοτροφικὴν πεζοῖς τε καὶ ἀπτῆσι, καὶ ἀμείκτοις τε καὶ ἀκεράτοις, τοῖς αὐτοῖς ἄν που τούτοις διαιρούμενοι καὶ τὴν ἀγελαιοκομικὴν τήν τε νῦν καὶ τὴν ἐπὶ Κρόνου βασιλείαν περιειληφότες ἂν ἦμεν ὁμοίως ἐν τῷ λόγῳ.
ΝΕ. ΣΩ. φαίνεται· ζητῶ δὲ αὖ τί τὸ μετὰ τοῦτο.
ΞΕ. δῆλον ὅτι λεχθέντος οὕτω τοῦ τῆς ἀγελαιοκομικῆς ὀνόματος οὐκ ἄν ποτε ἐγένεθʼ ἡμῖν τό τινας ἀμφισβητεῖν ὡς οὐδʼ ἐπιμέλεια τὸ παράπαν ἐστίν, ὥσπερ τότε δικαίως ἠμφεσβητήθη μηδεμίαν εἶναι τέχνην ἐν ἡμῖν ἀξίαν τούτου τοῦ θρεπτικοῦ προσρήματος, εἰ δʼ οὖν τις εἴη, πολλοῖς πρότερον αὐτῆς καὶ μᾶλλον προσήκειν ἤ τινι τῶν βασιλέων.
ΝΕ. ΣΩ. ὀρθῶς.
ΞΕ. ἐπιμέλεια δέ γε ἀνθρωπίνης συμπάσης κοινωνίας οὐδεμία ἂν ἐθελήσειεν ἑτέρα μᾶλλον καὶ προτέρα τῆς βασιλικῆς φάναι καὶ κατὰ πάντων ἀνθρώπων ἀρχῆς εἶναι τέχνη.
ΝΕ. ΣΩ. λέγεις ὀρθῶς.
ΞΕ. μετὰ ταῦτα δέ γε, ὦ Σώκρατες, ἆρʼ ἐννοοῦμεν ὅτι πρὸς αὐτῷ δὴ τῷ τέλει συχνὸν αὖ διημαρτάνετο;
ΝΕ. ΣΩ. τὸ ποῖον;
ΞΕ. τόδε, ὡς ἄρʼ εἰ καὶ διενοήθημεν ὅτι μάλιστα τῆς δίποδος ἀγέλης εἶναί τινα θρεπτικὴν τέχνην, οὐδέν τι μᾶλλον ἡμᾶς ἔδει βασιλικὴν αὐτὴν εὐθὺς καὶ πολιτικὴν ὡς ἀποτετελεσμένην προσαγορεύειν.
ΝΕ. ΣΩ. τί μήν;
ΞΕ. πρῶτον μέν, ὃ λέγομεν, τοὔνομα μετασκευωρήσασθαι, πρὸς τὴν ἐπιμέλειαν μᾶλλον προσαγαγόντας ἢ τὴν τροφήν, ἔπειτα ταύτην τέμνειν· οὐ γὰρ σμικρὰς ἂν ἔχοι τμήσεις ἔτι.
ΝΕ. ΣΩ. ποίας;
ΞΕ. ἧι τε τὸν θεῖον ἄν που διειλόμεθα νομέα χωρὶς καὶ τὸν ἀνθρώπινον ἐπιμελητήν.
ΝΕ. ΣΩ. ὀρθῶς.
ΞΕ. αὖθις δέ γε τὴν ἀπονεμηθεῖσαν ἐπιμελητικὴν δίχα τέμνειν ἀναγκαῖον ἦν.
ΝΕ. ΣΩ. τίνι;
ΞΕ. τῷ βιαίῳ τε καὶ ἑκουσίῳ.
ΝΕ. ΣΩ. τί δή;
ΞΕ. καὶ ταύτῃ που τὸ πρότερον ἁμαρτάνοντες εὐηθέστερα τοῦ δέοντος εἰς ταὐτὸν βασιλέα καὶ τύραννον συνέθεμεν, ἀνομοιοτάτους ὄντας αὐτούς τε καὶ τὸν τῆς ἀρχῆς ἑκατέρου τρόπον.
ΝΕ. ΣΩ. ἀληθῆ.
ΞΕ. νῦν δέ γε πάλιν ἐπανορθούμενοι, καθάπερ εἶπον, τὴν ἀνθρωπίνην ἐπιμελητικὴν δίχα διαιρώμεθα, τῷ βιαίῳ τε καὶ ἑκουσίῳ;
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
ΞΕ. καὶ τὴν μέν γέ που τῶν βιαίων τυραννικήν, τὴν δὲ ἑκούσιον καὶ ἑκουσίων διπόδων ἀγελαιοκομικὴν ζῴων προσειπόντες πολιτικήν, τὸν ἔχοντα αὖ τέχνην ταύτην καὶ ἐπιμέλειαν ὄντως ὄντα βασιλέα καὶ πολιτικὸν ἀποφαινώμεθα;