Book III

καλῶς. τί δέ; τὰ τοιάδε—

οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο
Hom. Il. 1.225 καὶ τὰ τούτων ἑξῆς ἆρα καλῶς, καὶ ὅσα ἄλλα τις ἐν λόγῳ ἢ ἐν ποιήσει εἴρηκε νεανιεύματα ἰδιωτῶν εἰς ἄρχοντας; οὐ καλῶς. οὐ γὰρ οἶμαι εἴς γε σωφροσύνην νέοις ἐπιτήδεια ἀκούειν· εἰ δέ τινα ἄλλην ἡδονὴν παρέχεται, θαυμαστὸν οὐδέν. ἢ πῶς σοι φαίνεται; οὕτως, ἔφη. τί δέ; ποιεῖν ἄνδρα τὸν σοφώτατον λέγοντα ὡς δοκεῖ αὐτῷ κάλλιστον εἶναι πάντων, ὅταν—
[gap in source] παρὰ πλεῖαι ὦσι τράπεζαι
σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι,
Hom. Od. 9.8-10 δοκεῖ σοι ἐπιτήδειον εἶναι πρὸς ἐγκράτειαν ἑαυτοῦ ἀκούειν νέῳ; ἢ τὸ—
λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν;
Hom. Od. 12.342 ἢ Δία, καθευδόντων τῶν ἄλλων θεῶν τε καὶ ἀνθρώπων ὡς, μόνος ἐγρηγορὼς ἃ ἐβουλεύσατο, τούτων πάντων ῥᾳδίως ἐπιλανθανόμενον διὰ τὴν τῶν ἀφροδισίων ἐπιθυμίαν, καὶ οὕτως ἐκπλαγέντα ἰδόντα τὴν Ἥραν, ὥστε μηδʼ εἰς τὸ δωμάτιον ἐθέλειν ἐλθεῖν, ἀλλʼ αὐτοῦ βουλόμενον χαμαὶ συγγίγνεσθαι, λέγοντα ὡς οὕτως ὑπὸ ἐπιθυμίας ἔχεται, ὡς οὐδʼ ὅτε τὸ πρῶτον ἐφοίτων πρὸς ἀλλήλους φίλους λήθοντε τοκῆαςHom. Il. 14.296· οὐδὲ Ἄρεώς τε καὶ ἀφροδίτης ὑπὸ Ἡφαίστου δεσμὸν διʼ ἕτερα τοιαῦτα. οὐ μὰ τὸν Δία, ἦ δʼ ὅς, οὔ μοι φαίνεται ἐπιτήδειον. ἀλλʼ εἴ πού τινες, ἦν δʼ ἐγώ, καρτερίαι πρὸς ἅπαντα καὶ λέγονται καὶ πράττονται ὑπὸ ἐλλογίμων ἀνδρῶν, θεατέον τε καὶ ἀκουστέον, οἷον καὶ τὸ—
στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ ἔτλης.
Hom. Od. 20.17-18παντάπασι μὲν οὖν, ἔφη. οὐ μὲν δὴ δωροδόκους γε ἐατέον εἶναι τοὺς ἄνδρας οὐδὲ φιλοχρημάτους. οὐδαμῶς. οὐδʼ ᾀστέον αὐτοῖς ὅτι—
δῶρα θεοὺς πείθει, δῶρʼ αἰδοίους βασιλῆας·
unknown οὐδὲ τὸν τοῦ Ἀχιλλέως παιδαγωγὸν Φοίνικα ἐπαινετέον ὡς μετρίως ἔλεγε συμβουλεύων αὐτῷ δῶρα μὲν λαβόντι ἐπαμύνειν τοῖς Ἀχαιοῖς, ἄνευ δὲ δώρων μὴ ἀπαλλάττεσθαι τῆς μήνιος.