Section 63
ΣΩ. εἰ δέ γε καί, καθάπερ τὰς τέχνας πάσας ἀβλαβές τε καὶ ὠφέλιμον ἦν ἐπίστασθαι διὰ βίου, καὶ νῦν δὴ ταὐτὰ λέγομεν περὶ τῶν ἡδονῶν, εἴπερ πάσας ἡδονὰς ἥδεσθαι διὰ βίου συμφέρον τε ἡμῖν ἐστι καὶ ἀβλαβὲς ἅπασι, πάσας συγκρατέον.
ΠΡΩ. πῶς οὖν δὴ περὶ αὐτῶν τούτων λέγωμεν; καὶ πῶς ποιῶμεν;
ΣΩ. οὐχ ἡμᾶς, ὦ Πρώταρχε, διερωτᾶν χρή, τὰς ἡδονὰς δὲ αὐτὰς καὶ τὰς φρονήσεις διαπυνθανομένους τὸ τοιόνδε ἀλλήλων πέρι.
ΠΡΩ. τὸ ποῖον;
ΣΩ.ὦ φίλαι, εἴτε ἡδονὰς ὑμᾶς χρὴ προσαγορεύειν εἴτε ἄλλῳ ὁτῳοῦν ὀνόματι, μῶν οὐκ ἂν δέξαισθε οἰκεῖν μετὰ φρονήσεως πάσης ἢ χωρὶς τοῦ φρονεῖν;
οἶμαι μὲν πρὸς ταῦτα τόδʼ αὐτὰς ἀναγκαιότατον εἶναι λέγειν.
ΠΡΩ. τὸ ποῖον;
ΣΩ. ὅτι καθάπερ ἔμπροσθεν ἐρρήθη, τὸ μόνον καὶ ἔρημον εἰλικρινὲς εἶναί τι γένος οὔτε πάνυ τι δυνατὸν οὔτʼ ὠφέλιμον· πάντων γε μὴν ἡγούμεθα γενῶν ἄριστον ἓν ἀνθʼ ἑνὸς συνοικεῖν ἡμῖν τὸ τοῦ γιγνώσκειν τἆλλά τε πάντα καὶ αὖ τὴν αὐτὴν ἡμῶν τελέως εἰς δύναμιν ἑκάστην.
ΠΡΩ.καὶ καλῶς γε εἰρήκατε τὰ νῦν,
φήσομεν.
ΣΩ. ὀρθῶς. πάλιν τοίνυν μετὰ τοῦτο τὴν φρόνησιν καὶ τὸν νοῦν ἀνερωτητέον· ἆρʼ ἡδονῶν τι προσδεῖσθε ἐν τῇ συγκράσει;
φαῖμεν ἂν αὖ τὸν νοῦν τε καὶ τὴν φρόνησιν ἀνερωτῶντες. ποίων,
φαῖεν ἂν ἴσως, ἡδονῶν;
ΠΡΩ. εἰκός.
ΣΩ. ὁ δέ γʼ ἡμέτερος λόγος μετὰ τοῦτʼ ἐστὶν ὅδε. πρὸς ταῖς ἀληθέσιν ἐκείναις ἡδοναῖς,
φήσομεν, ἆρʼ ἔτι προσδεῖσθʼ ὑμῖν τὰς μεγίστας ἡδονὰς συνοίκους εἶναι καὶ τὰς σφοδροτάτας;
καὶ πῶς, ὦ Σώκρατες,
ἴσως φαῖεν ἄν, αἵ γʼ ἐμποδίσματά τε μυρία ἡμῖν ἔχουσι, τὰς ψυχὰς ἐν αἷς οἰκοῦμεν ταράττουσαι διὰ μανίας ἡδονάς, καὶ γίγνεσθαί τε ἡμᾶς τὴν ἀρχὴν οὐκ ἐῶσι, τά τε γιγνόμενα ἡμῶν τέκνα ὡς τὸ πολύ, διʼ ἀμέλειαν λήθην ἐμποιοῦσαι, παντάπασι διαφθείρουσιν;