Section 61
ΣΩ. οὐκοῦν τό γε τέλεον καὶ πᾶσιν αἱρετὸν καὶ τὸ παντάπασιν ἀγαθὸν οὐδέτερον ἂν τούτων εἴη;
ΠΡΩ. πῶς γὰρ ἄν;
ΣΩ. τὸ τοίνυν ἀγαθὸν ἤτοι σαφῶς ἢ καί τινα τύπον αὐτοῦ ληπτέον, ἵνʼ, ὅπερ ἐλέγομεν, δευτερεῖα ὅτῳ δώσομεν ἔχωμεν.
ΠΡΩ. ὀρθότατα λέγεις.
ΣΩ. οὐκοῦν ὁδὸν μέν τινα ἐπὶ τἀγαθὸν εἰλήφαμεν;
ΠΡΩ. τίνα;
ΣΩ. καθάπερ εἴ τίς τινα ἄνθρωπον ζητῶν τὴν οἴκησιν πρῶτον ὀρθῶς ἵνʼ οἰκεῖ πύθοιτο αὐτοῦ, μέγα τι δήπου πρὸς τὴν εὕρεσιν ἂν ἔχοι τοῦ ζητουμένου.
ΠΡΩ. πῶς δʼ οὔ;
ΣΩ. καὶ νῦν δή τις λόγος ἐμήνυσεν ἡμῖν, ὥσπερ καὶ κατʼ ἀρχάς, μὴ ζητεῖν ἐν τῷ ἀμείκτῳ βίῳ τἀγαθὸν ἀλλʼ ἐν τῷ μεικτῷ.
ΠΡΩ. πάνυ γε.
ΣΩ. ἐλπὶς μὴν πλείων ἐν τῷ μειχθέντι καλῶς τὸ ζητούμενον ἔσεσθαι φανερώτερον ἢ ἐν τῷ μή;
ΠΡΩ. πολύ γε.
ΣΩ. τοῖς δὴ θεοῖς, ὦ Πρώταρχε, εὐχόμενοι κεραννύωμεν, εἴτε Διόνυσος εἴτε Ἥφαιστος εἴθʼ ὅστις θεῶν ταύτην τὴν τιμὴν εἴληχε τῆς συγκράσεως.
ΠΡΩ. πάνυ μὲν οὖν.
ΣΩ. καὶ μὴν καθάπερ ἡμῖν οἰνοχόοις τισὶ παρεστᾶσι κρῆναι—μέλιτος μὲν ἂν ἀπεικάζοι τις τὴν τῆς ἡδονῆς, τὴν δὲ τῆς φρονήσεως νηφαντικὴν καὶ ἄοινον αὐστηροῦ καὶ ὑγιεινοῦ τινος ὕδατος—ἃς προθυμητέον ὡς κάλλιστα συμμειγνύναι.
ΠΡΩ. πῶς γὰρ οὔ;
ΣΩ. φέρε δὴ πρότερον· ἆρα πᾶσαν ἡδονὴν πάσῃ φρονήσει μειγνύντες τοῦ καλῶς ἂν μάλιστα ἐπιτύχοιμεν;
ΠΡΩ. ἴσως.
ΣΩ. ἀλλʼ οὐκ ἀσφαλές. ᾗ δὲ ἀκινδυνότερον ἂν μειγνύοιμεν, δόξαν μοι δοκῶ τινα ἀποφήνασθαι ἄν.
ΠΡΩ. λέγε τίνα.
ΣΩ. ἦν ἡμῖν ἡδονή τε ἀληθῶς, ὡς οἰόμεθα, μᾶλλον ἑτέρας ἄλλη καὶ δὴ καὶ τέχνη τέχνης ἀκριβεστέρα;
ΠΡΩ. πῶς γὰρ οὔ;
ΣΩ. καὶ ἐπιστήμη δὴ ἐπιστήμης διάφορος, ἡ μὲν ἐπὶ τὰ γιγνόμενα καὶ ἀπολλύμενα ἀποβλέπουσα, ἡ δʼ ἐπὶ τὰ μήτε γιγνόμενα μήτε ἀπολλύμενα, κατὰ ταὐτὰ δὲ καὶ ὡσαύτως ὄντα ἀεί. ταύτην εἰς τὸ ἀληθὲς ἐπισκοπούμενοι ἡγησάμεθα ἐκείνης ἀληθεστέραν εἶναι.
ΠΡΩ. πάνυ μὲν οὖν ὀρθῶς.
ΣΩ. οὐκοῦν εἰ τἀληθέστατα τμήματα ἑκατέρας ἴδοιμεν πρῶτον συμμείξαντες, ἆρα ἱκανὰ ταῦτα συγκεκραμένα τὸν ἀγαπητότατον βίον ἀπεργασάμενα παρέχειν ἡμῖν, ἤ τινος ἔτι προσδεόμεθα καὶ τῶν μὴ τοιούτων;