Section 57
ΣΩ. τί δέ; λογιστικὴ καὶ μετρητικὴ ἡ κατὰ τεκτονικὴν καὶ κατʼ ἐμπορικὴν τῆς κατὰ φιλοσοφίαν γεωμετρίας τε καὶ λογισμῶν καταμελετωμένων—πότερον ὡς μία ἑκατέρα λεκτέον ἢ δύο τιθῶμεν;
ΠΡΩ. τῇ πρόσθεν ἑπόμενος ἔγωγʼ ἂν δύο κατὰ τὴν ἐμὴν ψῆφον τιθείην ἑκατέραν τούτων.
ΣΩ. ὀρθῶς. οὗ δʼ ἕνεκα ταῦτα προηνεγκάμεθα εἰς τὸ μέσον, ἆρα ἐννοεῖς;
ΠΡΩ. ἴσως, ἀλλὰ σὲ βουλοίμην ἂν ἀποφήνασθαι τὸ νῦν ἐρωτώμενον.
ΣΩ. δοκεῖ τοίνυν ἔμοιγε οὗτος ὁ λόγος, οὐχ ἧττον ἢ ὅτε λέγειν αὐτὸν ἠρχόμεθα, ταῖς ἡδοναῖς ζητῶν ἀντίστροφον ἐνταῦθα προβεβληκέναι σκοπῶν ἆρά ἐστί τις ἑτέρας ἄλλη καθαρωτέρα ἐπιστήμης ἐπιστήμη, καθάπερ ἡδονῆς ἡδονή.
ΠΡΩ. καὶ μάλα σαφὲς τοῦτό γε, ὅτι ταῦθʼ ἕνεκα τούτων ἐπικεχείρηκεν.
ΣΩ. τί οὖν; ἆρʼ οὐκ ἐν μὲν τοῖς ἔμπροσθεν ἐπʼ ἄλλοις ἄλλην τέχνην οὖσαν ἀνηυρήκειν σαφεστέραν καὶ ἀσαφεστέραν ἄλλην ἄλλης;
ΠΡΩ. πάνυ μὲν οὖν.
ΣΩ. ἐν τούτοις δὲ ἆρʼ οὔ τινα τέχνην ὡς ὁμώνυμον φθεγξάμενος, εἰς δόξαν καταστήσας ὡς μιᾶς, πάλιν ὡς δυοῖν ἐπανερωτᾷ τούτοιν αὐτοῖν τὸ σαφὲς καὶ τὸ καθαρὸν περὶ ταῦτα πότερον ἡ τῶν φιλοσοφούντων ἢ μὴ φιλοσοφούντων ἀκριβέστερον ἔχει;
ΠΡΩ. καὶ μάλα δοκεῖ μοι τοῦτο διερωτᾶν.
ΣΩ. τίνʼ οὖν, ὦ Πρώταρχε, αὐτῷ δίδομεν ἀπόκρισιν;
ΠΡΩ. ὦ Σώκρατες, εἰς θαυμαστὸν διαφορᾶς μέγεθος εἰς σαφήνειαν προεληλύθαμεν ἐπιστημῶν.
ΣΩ. οὐκοῦν ἀποκρινούμεθα ῥᾷον;
ΠΡΩ. τί μήν; καὶ εἰρήσθω γε ὅτι πολὺ μὲν αὗται τῶν ἄλλων τεχνῶν διαφέρουσι, τούτων δʼ αὐτῶν αἱ περὶ τὴν τῶν ὄντως φιλοσοφούντων ὁρμὴν ἀμήχανον ἀκριβείᾳ καὶ ἀληθείᾳ περὶ μέτρα τε καὶ ἀριθμοὺς διαφέρουσιν.
ΣΩ. ἔστω ταῦτα κατὰ σέ, καὶ σοὶ δὴ πιστεύοντες θαρροῦντες ἀποκρινόμεθα τοῖς δεινοῖς περὶ λόγων ὁλκήν—
ΠΡΩ. τὸ ποῖον;
ΣΩ. ὡς εἰσὶ δύο ἀριθμητικαὶ καὶ δύο μετρητικαὶ καὶ ταύταις ἄλλαι τοιαῦται συνεπόμεναι συχναί, τὴν διδυμότητα ἔχουσαι ταύτην, ὀνόματος δὲ ἑνὸς κεκοινωμέναι.
ΠΡΩ. διδῶμεν τύχῃ ἀγαθῇ τούτοις οὓς φῂς δεινοὺς εἶναι ταύτην τὴν ἀπόκρισιν, ὦ Σώκρατες.
ΣΩ. ταύτας οὖν λέγομεν ἐπιστήμας ἀκριβεῖς μάλιστʼ εἶναι;
ΠΡΩ. πάνυ μὲν οὖν.
ΣΩ. ἀλλʼ ἡμᾶς, ὦ Πρώταρχε, ἀναίνοιτʼ ἂν ἡ τοῦ διαλέγεσθαι δύναμις, εἴ τινα πρὸ αὐτῆς ἄλλην κρίναιμεν.
ΠΡΩ. τίνα δὲ ταύτην αὖ δεῖ λέγειν;