ΣΩ. διορισώμεθα δὴ σαφέστερον ἔτι τὸ νυνδὴ λεγόμενον ἡδονῆς τε πέρι καὶ δόξης. ἔστιν γάρ πού τι δοξάζειν ἡμῖν;

ΠΡΩ. ναί.

ΣΩ. καὶ ἥδεσθαι;

ΠΡΩ. ναί.

ΣΩ. καὶ μὴν καὶ τὸ δοξαζόμενόν ἐστί τι;

ΠΡΩ. πῶς δʼ οὔ;

ΣΩ. καὶ τό γε ᾧ τὸ ἡδόμενον ἥδεται;

ΠΡΩ. καὶ πάνυ γε.

ΣΩ. οὐκοῦν τὸ δοξάζον, ἄντε ὀρθῶς ἄντε μὴ ὀρθῶς δοξάζῃ, τό γε δοξάζειν ὄντως οὐδέποτε ἀπόλλυσιν.

ΠΡΩ. πῶς γὰρ ἄν;

ΣΩ. οὐκοῦν καὶ τὸ ἡδόμενον, ἄντε ὀρθῶς ἄντε μὴ ὀρθῶς ἥδηται, τό γε ὄντως ἥδεσθαι δῆλον ὡς οὐδέποτʼ ἀπολεῖ.

ΠΡΩ. ναί, καὶ τοῦθʼ οὕτως ἔχει.

ΣΩ. ὅτῳ ποτὲ οὖν δὴ τρόπῳ δόξα ψευδής τε καὶ ἀληθὴς ἡμῖν φιλεῖ γίγνεσθαι, τὸ δὲ τῆς ἡδονῆς μόνον ἀληθές, δοξάζειν δʼ ὄντως καὶ χαίρειν ἀμφότερα ὁμοίως εἴληχεν σκεπτέον.

ΠΡΩ. σκεπτέον.

ΣΩ. ἆρʼ ὅτι δόξῃ μὲν ἐπιγίγνεσθον ψεῦδός τε καὶ ἀληθές, καὶ ἐγένετο οὐ μόνον δόξα διὰ ταῦτα ἀλλὰ καὶ ποιά τις ἑκατέρα, σκεπτέον φῂς τοῦτʼ εἶναι;

ΠΡΩ. ναί.

ΣΩ. πρὸς δέ γε τούτοις, εἰ καὶ τὸ παράπαν ἡμῖν τὰ μέν ἐστι ποίʼ ἄττα, ἡδονὴ δὲ καὶ λύπη μόνον ἅπερ ἐστί, ποιώ τινε δὲ οὐ γίγνεσθον, καὶ ταῦθʼ ἡμῖν διομολογητέον.

ΠΡΩ. δῆλον.

ΣΩ. ἀλλʼ οὐδὲν τοῦτό γε χαλεπὸν ἰδεῖν, ὅτι καὶ ποιώ τινε· πάλαι γὰρ εἴπομεν ὅτι μεγάλαι τε καὶ σμικραὶ καὶ σφόδρα ἑκάτεραι γίγνονται, λῦπαί τε καὶ ἡδοναί.

ΠΡΩ. παντάπασι μὲν οὖν.

ΣΩ. ἂν δέ γε πονηρία τούτων, ὦ Πρώταρχε, προσγίγνηταί τινι, πονηρὰν μὲν φήσομεν οὕτω γίγνεσθαι δόξαν, πονηρὰν δὲ καὶ ἡδονήν;

ΠΡΩ. ἀλλὰ τί μήν, ὦ Σώκρατες;

ΣΩ. τί δʼ, ἂν ὀρθότης ἢ τοὐναντίον ὀρθότητι τινὶ τούτων προσγίγνηται; μῶν οὐκ ὀρθὴν μὲν δόξαν ἐροῦμεν, ἂν ὀρθότητα ἴσχῃ, ταὐτὸν δὲ ἡδονήν;

ΠΡΩ. ἀναγκαῖον.

ΣΩ. ἂν δέ γε ἁμαρτανόμενον τὸ δοξαζόμενον ᾖ, τὴν δόξαν τότε ἁμαρτάνουσάν γε οὐκ ὀρθὴν ὁμολογητέον οὐδʼ ὀρθῶς δοξάζουσαν;

ΠΡΩ. πῶς γὰρ ἄν;

ΣΩ. τί δʼ, ἂν αὖ λύπην ἤ τινα ἡδονὴν περὶ τὸ ἐφʼ ᾧ λυπεῖται ἢ τοὐναντίον ἁμαρτάνουσαν ἐφορῶμεν, ὀρθὴν ἢ χρηστὴν ἤ τι τῶν καλῶν ὀνομάτων αὐτῇ προσθήσομεν;

ΠΡΩ. ἀλλʼ οὐχ οἷόν τε, εἴπερ ἁμαρτήσεταί γε ἡδονή.

ΣΩ. καὶ μὴν ἔοικέν γε ἡδονὴ πολλάκις οὐ μετὰ δόξης ὀρθῆς ἀλλὰ μετὰ ψεύδους ἡμῖν γίγνεσθαι.