Section 320
SOCRATES. So you see, Minos was the greatest of all kings and lawgivers, the one who best discovered what is, and who established true laws for his people, learning them directly from Zeus. The fact that the Athenians hated him and spoke ill of him in tragedies does not change the truth. For the greatest proof of his excellence is that his laws have made the Cretans and the Spartans well-governed and happy for so many generations.
COMRADE. It seems you are right, Socrates. The evidence of his laws is stronger than the tales of the tragic poets.
SOCRATES. Now let us return to our original inquiry. We said that law is the discovery of what is, and that the true laws are the writings of the experts, the good kings and statesmen who know how to rule the souls of men. Just as the writings of doctors are the laws of health for the body, the writings of good kings are the laws of virtue for the soul. And the one who knows best what is good for the soul is the one who can establish the best laws.
Τμῆμα 320
ΣΩ. εἰσὶν δὲ οἳ ὑπολαμβάνουσι τὸν ὀαριστὴν συμπότην καὶ συμπαιστὴν εἶναι τοῦ Διός, ἀλλὰ τῷδε ἄν τις τεκμηρίῳ χρῷτο ὅτι οὐδὲν λέγουσιν οἱ οὕτως ὑπολαμβάνοντες· πολλῶν γὰρ ὄντων ἀνθρώπων καὶ Ἑλλήνων καὶ βαρβάρων, οὐκ ἔστιν οἵτινες ἀπέχονται συμποσίων καὶ ταύτης τῆς παιδιᾶς, οὗ ἔστιν οἶνος, ἄλλοι ἢ Κρῆτες καὶ Λακεδαιμόνιοι δεύτεροι, μαθόντες παρὰ Κρητῶν. ἐν Κρήτῃ δὲ εἷς οὗτός ἐστι τῶν ἄλλων νόμων οὓς Μίνως ἔθηκε, μὴ συμπίνειν ἀλλήλοις εἰς μέθην. καίτοι δῆλον ὅτι ἃ ἐνόμιζεν καλὰ εἶναι, ταῦτα νόμιμα ἔθηκεν καὶ τοῖς αὑτοῦ πολίταις. οὐ γάρ που, ὥσπερ γε φαῦλος ἄνθρωπος, ὁ Μίνως ἐνόμιζεν μὲν ἕτερα, ἐποίει δὲ ἄλλα παρʼ ἃ ἐνόμιζεν· ἀλλὰ ἦν αὕτη ἡ συνουσία ὥσπερ ἐγὼ λέγω, διὰ λόγων ἐπὶ παιδείᾳ εἰς ἀρετήν. ὅθεν δὴ καὶ τοὺς νόμους τούτους ἔθηκε τοῖς αὑτοῦ πολίταις, διʼ οὓς ἥ τε Κρήτη τὸν πάντα χρόνον εὐδαιμονεῖ καὶ Λακεδαίμων, ἀφʼ οὗ ἤρξατο τούτοις χρῆσθαι, ἅτε θείοις οὖσιν. Ῥαδάμανθυς δὲ ἀγαθὸς μὲν ἦν ἀνήρ· ἐπεπαίδευτο γὰρ ὑπὸ τοῦ Μίνω. ἐπεπαίδευτο μέντοι οὐχ ὅλην τὴν βασιλικὴν τέχνην, ἀλλʼ ὑπηρεσίαν τῇ βασιλικῇ, ὅσον ἐπιστατεῖν ἐν τοῖς δικαστηρίοις· ὅθεν καὶ δικαστὴς ἀγαθὸς ἐλέχθη εἶναι. νομοφύλακι γὰρ αὐτῷ ἐχρῆτο ὁ Μίνως κατὰ τὸ ἄστυ, τὰ δὲ κατὰ τὴν ἄλλην Κρήτην τῷ Τάλῳ. ὁ γὰρ Τάλως τρὶς περιῄει τοῦ ἐνιαυτοῦ κατὰ τὰς κώμας, φυλάττων τοὺς νόμους ἐν αὐταῖς, ἐν χαλκοῖς γραμματείοις ἔχων γεγραμμένους τοὺς νόμους, ὅθεν χαλκοῦς ἐκλήθη. εἴρηκε δὲ καὶ Ἡσίοδος ἀδελφὰ τούτων εἰς τὸν Μίνων. μνησθεὶς γὰρ αὐτοῦ τοῦ ὀνόματος φησίν—
Hes. fr. 144 καὶ οὗτος λέγει τὸ τοῦ Διὸς σκῆπτρον οὐδὲν ἄλλο ἢ τὴν παιδείαν τὴν τοῦ Διός, ᾗ εὔθυνε τὴν Κρήτην.
ΕΤ. διὰ τί οὖν ποτε, ὦ Σώκρατες, αὕτη ἡ φήμη κατεσκέδασται τοῦ Μίνω ὡς ἀπαιδεύτου τινὸς καὶ χαλεποῦ ὄντος;