Letter II
Section 313
ἡ οὖν ἀνθρωπίνη ψυχὴ περὶ αὐτὰ ὀρέγεται μαθεῖν ποῖʼ ἄττα ἐστίν, βλέπουσα εἰς τὰ αὑτῆς συγγενῆ, ὧν οὐδὲν ἱκανῶς ἔχει. τοῦ δὴ βασιλέως πέρι καὶ ὧν εἶπον, οὐδέν ἐστιν τοιοῦτον—τὸ δὴ μετὰ τοῦτο ἡ ψυχή φησιν— ἀλλὰ ποῖόν τι μήν; τοῦτʼ ἐστίν, ὦ παῖ Διονυσίου καὶ Δωρίδος, τὸ ἐρώτημα ὃ πάντων αἴτιόν ἐστιν κακῶν, μᾶλλον δὲ ἡ περὶ τούτου ὠδὶς ἐν τῇ ψυχῇ ἐγγιγνομένη, ἣν εἰ μή τις ἐξαιρεθήσεται, τῆς ἀληθείας ὄντως οὐ μή ποτε τύχῃ. σὺ δὲ τοῦτο πρὸς ἐμὲ ἐν τῷ κήπῳ ὑπὸ ταῖς δάφναις αὐτὸς ἔφησθα ἐννενοηκέναι καὶ εἶναι σὸν εὕρημα· καὶ ἐγὼ εἶπον ὅτι τοῦτο εἰ φαίνοιτό σοι οὕτως ἔχειν, πολλῶν ἂν εἴης λόγων ἐμὲ ἀπολελυκώς. οὐ μὴν ἄλλῳ γέ ποτʼ ἔφην ἐντετυχηκέναι τοῦθʼ ηὑρηκότι, ἀλλὰ ἡ πολλή μοι πραγματεία περὶ τοῦτʼ εἴη· σὺ δὲ ἴσως μὲν ἀκούσας του, τάχα δʼ ἂν θείᾳ μοίρᾳ κατὰ τοῦθʼ ὁρμήσας, ἔπειτα αὐτοῦ τὰς ἀποδείξεις ὡς ἔχων βεβαίως οὐ κατέδησας, ἀλλʼ ᾄττει σοι τοτὲ μὲν οὕτως, τοτὲ δὲ ἄλλως περὶ τὸ φανταζόμενον, τὸ δὲ οὐδέν ἐστιν τοιοῦτον. καὶ τοῦτο οὐ σοὶ μόνῳ γέγονεν, ἀλλʼ εὖ ἴσθι μηδένα πώποτέ μου τὸ πρῶτον ἀκούσαντα ἔχειν ἄλλως πως ἢ οὕτως κατʼ ἀρχάς, καὶ ὁ μὲν πλείω ἔχων πράγματα, ὁ δὲ ἐλάττω, μόγις ἀπαλλάττονται, σχεδὸν δὲ οὐδεὶς ὀλίγα. τούτων δὴ γεγονότων καὶ ἐχόντων οὕτω, σχεδὸν κατὰ τὴν ἐμὴν δόξαν ηὑρήκαμεν ὃ σὺ ἐπέστειλας, ὅπως δεῖ πρὸς ἀλλήλους ἡμᾶς ἔχειν. ἐπεὶ γὰρ βασανίζεις αὐτὰ συγγιγνόμενός τε ἄλλοις καὶ παραθεώμενος παρὰ τὰ τῶν ἄλλων καὶ αὐτὰ καθʼ αὑτά, νῦν σοι ταῦτά τε, εἰ ἀληθὴς ἡ βάσανος, προσφύσεται, καὶ οἰκεῖος τούτοις τε καὶ ἡμῖν ἔσῃ. πῶς οὖν αὐτά τʼ ἔσται καὶ πάντα ἃ εἰρήκαμεν; τὸν Ἀρχέδημον νῦν τε ὀρθῶς ἐποίησας πέμψας, καὶ τὸ λοιπόν, ἐπειδὰν ἔλθῃ πρὸς σὲ καὶ ἀπαγγείλῃ τὰ παρʼ ἐμοῦ, μετὰ ταῦτα ἴσως ἄλλαι σε ἀπορίαι λήψονται. πέμψεις οὖν αὖθις, ἂν ὀρθῶς βουλεύῃ, παρʼ ἐμὲ τὸν Ἀρχέδημον, ὁ δʼ ἐμπορευσάμενος ἥξει πάλιν· καὶ τοῦτο ἐὰν δὶς ἢ τρὶς ποιήσῃς καὶ βασανίσῃς τὰ παρʼ ἐμοῦ πεμφθέντα ἱκανῶς, θαυμάζοιμʼ ἂν εἰ μὴ τὰ νῦν ἀπορούμενα πολύ σοι διοίσει ἢ νῦν.