Letter VIII

ἔστω δὴ παντάπασι μὲν εὐχή τις—ἀπὸ γὰρ θεῶν χρὴ πάντα ἀρχόμενον ἀεὶ λέγειν τε καὶ νοεῖν—ἐπιτελὴς δʼ εἴη σημαίνουσα ἡμῖν τοιόνδε τινὰ λόγον· νῦν ὑμῖν καὶ τοῖς πολεμίοις σχεδόν, ἐξ οὗπερ γέγονεν ὁ πόλεμος, συγγένεια ἄρχει μία διὰ τέλους, ἥν ποτε κατέστησαν οἱ πατέρες ὑμῶν ἐς ἀπορίαν ἐλθόντες τὴν ἅπασαν, τόθʼ ὅτε κίνδυνος ἐγένετο ἔσχατος Σικελίᾳ τῇ τῶν Ἑλλήνων ὑπὸ Καρχηδονίων ἀνάστατον ὅλην ἐκβαρβαρωθεῖσαν γενέσθαι. τότε γὰρ εἵλοντο Διονύσιον μὲν ὡς νέον καὶ πολεμικὸν ἐπὶ τὰς τοῦ πολέμου πρεπούσας αὐτῷ πράξεις, σύμβουλον δὲ καὶ πρεσβύτερον Ἱππαρῖνον, ἐπὶ σωτηρίᾳ τῆς Σικελίας αὐτοκράτορας, ὥς φασιν, τυράννους ἐπονομάζοντες. καὶ εἴτε δὴ θείαν τις ἡγεῖσθαι βούλεται τύχην καὶ θεὸν εἴτε τὴν τῶν ἀρχόντων ἀρετὴν εἴτε καὶ τὸ συναμφότερον μετὰ τῶν τότε πολιτῶν τῆς σωτηρίας αἰτίαν συμβῆναι γενομένην, ἔστω ταύτῃ ὅπῃ τις ὑπολαμβάνει· σωτηρία δʼ οὖν οὕτως συνέβη τοῖς τότε γενομένοις. τοιούτων οὖν αὐτῶν γεγονότων, δίκαιόν που τοῖς σώσασιν πάντας χάριν ἔχειν· εἰ δέ τι τὸν μετέπειτα χρόνον ἡ τυραννὶς οὐκ ὀρθῶς τῇ τῆς πόλεως δωρεᾷ κατακέχρηται, τούτων δίκας τὰς μὲν ἔχει, τὰς δὲ τινέτω. τίνες οὖν δὴ δίκαι ἀναγκαίως ὀρθαὶ γίγνοιντʼ ἂν ἐκ τῶν ὑπαρχόντων αὐτοῖς; εἰ μὲν ῥᾳδίως ὑμεῖς ἀποφυγεῖν οἷοί τʼ ἦτε αὐτοὺς καὶ ἄνευ μεγάλων κινδύνων καὶ πόνων, ἢ ʼκεῖνοι ἑλεῖν εὐπετῶς πάλιν τὴν ἀρχήν, οὐδʼ ἂν συμβουλεύειν οἷόν τʼ ἦν τὰ μέλλοντα ῥηθήσεσθαι· νῦν δʼ ἐννοεῖν ὑμᾶς ἀμφοτέρους χρεὼν καὶ ἀναμιμνῄσκεσθαι ποσάκις ἐν ἐλπίδι ἑκάτεροι γεγόνατε τοῦ νῦν οἴεσθαι σχεδὸν ἀεί τινος σμικροῦ ἐπιδεεῖς εἶναι τὸ μὴ πάντα κατὰ νοῦν πράττειν, καὶ δὴ καὶ ὅτι τὸ σμικρὸν τοῦτο μεγάλων καὶ μυρίων κακῶν αἴτιον ἑκάστοτε συμβαίνει γιγνόμενον, καὶ πέρας οὐδέν ποτε τελεῖται, συνάπτει δὲ ἀεὶ παλαιὰ τελευτὴ δοκοῦσα ἀρχῇ φυομένῃ νέᾳ, διολέσθαι δʼ ὑπὸ τοῦ κύκλου τούτου κινδυνεύσει καὶ τὸ τυραννικὸν ἅπαν καὶ τὸ δημοτικὸν γένος, ἥξει δέ, ἐάνπερ τῶν εἰκότων γίγνηταί τι καὶ ἀπευκτῶν, σχεδὸν εἰς ἐρημίαν τῆς Ἑλληνικῆς φωνῆς Σικελία πᾶσα, Φοινίκων ἢ Ὀπικῶν μεταβαλοῦσα εἴς τινα δυναστείαν καὶ κράτος. τούτων δὴ χρὴ πάσῃ προθυμίᾳ πάντας τοὺς Ἕλληνας τέμνειν φάρμακον.