Letter VII
Section 334
ἐλθόντες δὲ εἰς Σικελίαν, ἐπειδὴ Δίωνα ᾔσθοντο διαβεβλημένον εἰς τοὺς ἐλευθερωθέντας ὑπʼ αὐτοῦ Σικελιώτας ὡς ἐπιβουλεύοντα γενέσθαι τύραννον, οὐ μόνον τὸν ἑταῖρον καὶ ξένον προύδοσαν, ἀλλʼ οἷον τοῦ φόνου αὐτόχειρες ἐγένοντο, ὅπλα ἔχοντες ἐν ταῖς χερσὶν αὐτοὶ τοῖς φονεῦσι παρεστῶτες ἐπίκουροι. καὶ τὸ μὲν αἰσχρὸν καὶ ἀνόσιον οὔτε παρίεμαι ἔγωγε οὔτε τι λέγω—πολλοῖς γὰρ καὶ ἄλλοις ὑμνεῖν ταῦτα ἐπιμελὲς καὶ εἰς τὸν ἔπειτα μελήσει χρόνον—τὸ δὲ Ἀθηναίων πέρι λεγόμενον, ὡς αἰσχύνην οὗτοι περιῆψαν τῇ πόλει, ἐξαιροῦμαι· φημὶ γὰρ κἀκεῖνον Ἀθηναῖον εἶναι ὃς οὐ προύδωκεν τὸν αὐτὸν τοῦτον, ἐξὸν χρήματα καὶ ἄλλας τιμὰς πολλὰς λαμβάνειν. οὐ γὰρ διὰ βαναύσου φιλότητος ἐγεγόνει φίλος, διὰ δὲ ἐλευθέρας παιδείας κοινωνίαν, ᾗ μόνῃ χρὴ πιστεύειν τὸν νοῦν κεκτημένον μᾶλλον ἢ συγγενείᾳ ψυχῶν καὶ σωμάτων· ὥστε οὐκ ἀξίω ὀνείδους γεγόνατον τῇ πόλει τὼ Δίωνα ἀποκτείναντε, ὡς ἐλλογίμω πώποτε ἄνδρε γενομένω.ταῦτα εἴρηται πάντα τῆς συμβουλῆς ἕνεκα τῶν Διωνείων φίλων καὶ συγγενῶν· συμβουλεύω δὲ δή τι πρὸς τούτοις τὴν αὐτὴν συμβουλὴν καὶ λόγον τὸν αὐτὸν λέγων ἤδη τρίτον τρίτοις ὑμῖν. μὴ δουλοῦσθαι Σικελίαν ὑπʼ ἀνθρώποις δεσπόταις, μηδὲ ἄλλην πόλιν, ὅ γʼ ἐμὸς λόγος, ἀλλʼ ὑπὸ νόμοις· οὔτε γὰρ τοῖς δουλουμένοις οὔτε τοῖς δουλωθεῖσιν ἄμεινον, αὐτοῖς καὶ παισὶ παίδων τε καὶ ἐκγόνοις, ἀλλʼ ὀλέθριος πάντως ἡ πεῖρα, σμικρὰ δὲ καὶ ἀνελεύθερα ψυχῶν ἤθη τὰ τοιαῦτα ἁρπάζειν κέρδη φιλεῖ, οὐδὲν τῶν εἰς τὸν ἔπειτα καὶ εἰς τὸν παρόντα καιρὸν ἀγαθῶν καὶ δικαίων εἰδότα θείων τε καὶ ἀνθρωπίνων. ταῦτα πρῶτον μὲν Δίωνα ἐπεχείρησα ἐγὼ πείθειν, δεύτερον δὲ Διονύσιον, τρίτους δὲ ὑμᾶς νῦν. καὶ ἐμοὶ πείθεσθε Διὸς τρίτου σωτῆρος χάριν, εἶτα εἰς Διονύσιον βλέψαντες καὶ Δίωνα, ὧν ὁ μὲν μὴ πειθόμενος ζῇ τὰ νῦν οὐ καλῶς, ὁ δὲ πειθόμενος τέθνηκεν καλῶς· τὸ γὰρ τῶν καλλίστων ἐφιέμενον αὑτῷ τε καὶ πόλει πάσχειν ὅτι ἂν πάσχῃ πᾶν ὀρθὸν καὶ καλόν.