Book IV

ΚΛ. καὶ καλῶς γʼ ἔοικεν λέγοντι.

ΑΘ. πάνυ μὲν οὖν. ὁ δὲ προάγων λόγος ὅ γέ μοι ἀπείργασται, βούλομαι ὑμῖν εἰς τὸ μέσον αὐτὸ θεῖναι.

ΚΛ. τίθει δή.

ΑΘ. λέγωμεν δὴ τῷ νομοθέτῃ διαλεγόμενοι τόδε· εἰπὲ ἡμῖν, ὦ νομοθέτα· εἴπερ ὅτι χρὴ πράττειν ἡμᾶς καὶ λέγειν εἰδείης, ἆρα οὐ δῆλον ὅτι καὶ ἂν εἴποις;

ΚΛ. ἀναγκαῖον.

ΑΘ.σμικρῷ μὲν δὴ πρόσθεν ἆρα οὐκ ἠκούσαμέν σου λέγοντος ὡς τὸν νομοθέτην οὐ δεῖ τοῖς ποιηταῖς ἐπιτρέπειν ποιεῖν ὃ ἂν αὐτοῖς ᾖ φίλον; οὐ γὰρ ἂν εἰδεῖεν τί ποτʼ ἐναντίον τοῖς νόμοις ἂν λέγοντες βλάπτοιεν τὴν πόλιν.

ΚΛ. ἀληθῆ μέντοι λέγεις.

ΑΘ. ὑπὲρ δὴ τῶν ποιητῶν εἰ τάδε λέγοιμεν πρὸς αὐτόν, ἆρʼ ἂν τὰ λεχθέντα εἴη μέτρια;

ΚΛ. ποῖα;

ΑΘ. τάδε· παλαιὸς μῦθος, ὦ νομοθέτα, ὑπό τε αὐτῶν ἡμῶν ἀεὶ λεγόμενός ἐστιν καὶ τοῖς ἄλλοις πᾶσιν συνδεδογμένος, ὅτι ποιητής, ὁπόταν ἐν τῷ τρίποδι τῆς Μούσης καθίζηται, τότε οὐκ ἔμφρων ἐστίν, οἷον δὲ κρήνη τις τὸ ἐπιὸν ῥεῖν ἑτοίμως ἐᾷ, καὶ τῆς τέχνης οὔσης μιμήσεως ἀναγκάζεται, ἐναντίως ἀλλήλοις ἀνθρώπους ποιῶν διατιθεμένους, ἐναντία λέγειν αὑτῷ πολλάκις, οἶδεν δὲ οὔτʼ εἰ ταῦτα οὔτʼ εἰ θάτερα ἀληθῆ τῶν λεγομένων. τῷ δὲ νομοθέτῃ τοῦτο οὐκ ἔστι ποιεῖν ἐν τῷ νόμῳ, δύο περὶ ἑνός, ἀλλὰ ἕνα περὶ ἑνὸς ἀεὶ δεῖ λόγον ἀποφαίνεσθαι. σκέψαι δʼ ἐξ αὐτῶν τῶν ὑπὸ σοῦ νυνδὴ λεχθέντων. οὔσης γὰρ ταφῆς τῆς μὲν ὑπερβεβλημένης, τῆς δὲ ἐλλειπούσης, τῆς δὲ μετρίας, τὴν μίαν ἑλόμενος σύ, τὴν μέσην, ταύτην προστάττεις καὶ ἐπῄνεσας ἁπλῶς· ἐγὼ δέ, εἰ μὲν γυνή μοι διαφέρουσα εἴη πλούτῳ καὶ θάπτειν αὑτὴν διακελεύοιτο ἐν τῷ ποιήματι, τὸν ὑπερβάλλοντα ἂν τάφον ἐπαινοίην, φειδωλὸς δʼ αὖ τις καὶ πένης ἀνὴρ τὸν καταδεᾶ, μέτρον δὲ οὐσίας κεκτημένος καὶ μέτριος αὐτὸς ὢν τὸν αὐτὸν ἂν ἐπαινέσαι. σοὶ δὲ οὐχ οὕτω ῥητέον ὡς νῦν εἶπες μέτριον εἰπών, ἀλλὰ τί τὸ μέτριον καὶ ὁπόσον ῥητέον, ἢ τὸν τοιοῦτον λόγον μήπω σοι διανοοῦ γίγνεσθαι νόμον.

ΚΛ. ἀληθέστατα λέγεις.