Book IV

ΑΘ. λέγομεν δὴ ταῦτα γίγνεσθαι τότε, ὅταν ἀληθὴς μὲν νομοθέτης γένηται φύσει, κοινὴ δὲ αὐτῷ τις συμβῇ ῥώμη πρὸς τοὺς ἐν τῇ πόλει μέγιστον δυναμένους· οὗ δʼ ἂν τοῦτο ἀριθμῷ μὲν βραχύτατον, ἰσχυρότατον δέ, καθάπερ ἐν τυραννίδι, γένηται, ταύτῃ καὶ τότε τάχος καὶ ῥᾳστώνη τῆς μεταβολῆς γίγνεσθαι φιλεῖ.

ΚΛ. πῶς; οὐ γὰρ μανθάνομεν.

ΑΘ. καὶ μὴν εἴρηταί γʼ ἡμῖν οὐχ ἅπαξ ἀλλʼ οἶμαι πολλάκις· ὑμεῖς δὲ τάχα οὐδὲ τεθέασθε τυραννουμένην πόλιν.

ΚΛ. οὐδέ γε ἐπιθυμητὴς ἔγωγʼ εἰμὶ τοῦ θεάματος.

ΑΘ. καὶ μὴν τοῦτό γʼ ἂν ἴδοις ἐν αὐτῇ τὸ νυνδὴ λεγόμενον.

ΚΛ. τὸ ποῖον;

ΑΘ. οὐδὲν δεῖ πόνων οὐδέ τινος παμπόλλου χρόνου τῷ τυράννῳ μεταβαλεῖν βουληθέντι πόλεως ἤθη, πορεύεσθαι δὲ αὐτὸν δεῖ πρῶτον ταύτῃ, ὅπῃπερ ἂν ἐθελήσῃ, ἐάντε πρὸς ἀρετῆς ἐπιτηδεύματα, προτρέπεσθαι τοὺς πολίτας, ἐάντε ἐπὶ τοὐναντίον, αὐτὸν πρῶτον πάντα ὑπογράφοντα τῷ πράττειν, τὰ μὲν ἐπαινοῦντα καὶ τιμῶντα, τὰ δʼ αὖ πρὸς ψόγον ἄγοντα, καὶ τὸν μὴ πειθόμενον ἀτιμάζοντα καθʼ ἑκάστας τῶν πράξεων.

ΚΛ. καὶ πῶς οἰόμεθα ταχὺ συνακολουθήσειν τοὺς ἄλλους πολίτας τῷ τὴν τοιαύτην πειθὼ καὶ ἅμα βίαν εἰληφότι;

ΑΘ. μηδεὶς ἡμᾶς πειθέτω, ὦ φίλοι, ἄλλῃ θᾶττον καὶ ῥᾷον μεταβάλλειν ἄν ποτε πόλιν τοὺς νόμους ἢ τῇ τῶν δυναστευόντων ἡγεμονίᾳ, μηδὲ νῦν γε ἄλλῃ γίγνεσθαι μηδʼ αὖθίς ποτε γενήσεσθαι. καὶ γὰρ οὖν ἡμῖν οὐ τοῦτʼ ἐστὶν ἀδύνατον οὐδὲ χαλεπῶς ἂν γενόμενον· ἀλλὰ τόδʼ ἐστὶ τὸ χαλεπὸν γενέσθαι, καὶ ὀλίγον δὴ τὸ γεγονὸς ἐν τῷ πολλῷ χρόνῳ, ὅταν δὲ συμβῇ, μυρία καὶ πάντʼ ἐν πόλει ἀγαθὰ ἀπεργάζεται, ἐν ᾗ ποτʼ ἂν ἐγγένηται.

ΚΛ. τὸ ποῖον δὴ λέγεις;

ΑΘ. ὅταν ἔρως θεῖος τῶν σωφρόνων τε καὶ δικαίων ἐπιτηδευμάτων ἐγγένηται μεγάλαις τισὶν δυναστείαις, ἢ κατὰ μοναρχίαν δυναστευούσαις ἢ κατὰ πλούτων ὑπεροχὰς διαφερούσαις ἢ γενῶν, ἢ τὴν Νέστορος ἐάν ποτέ τις ἐπανενέγκῃ φύσιν, ὃν τῇ τοῦ λέγειν ῥώμῃ φασὶ πάντων διενεγκόντα ἀνθρώπων πλέον ἔτι τῷ σωφρονεῖν διαφέρειν. τοῦτʼ οὖν ἐπὶ μὲν Τροίας, ὥς φασι, γέγονεν, ἐφʼ ἡμῶν δὲ οὐδαμῶς, εἰ δʼ οὖν γέγονεν ἢ καὶ γενήσεται τοιοῦτος ἢ νῦν ἡμῶν ἔστιν τις, μακαρίως μὲν αὐτὸς ζῇ, μακάριοι δὲ οἱ συνήκοοι τῶν ἐκ τοῦ σωφρονοῦντος στόματος ἰόντων λόγων.