Book III
Section 694
ΑΘ. ἡ μὲν τοίνυν τὸ μοναρχικόν, ἡ δὲ τὸ ἐλεύθερον ἀγαπήσασα μειζόνως ἢ ἔδει μόνον, οὐδετέρα τὰ μέτρια κέκτηται τούτων, αἱ δὲ ὑμέτεραι, ἥ τε Λακωνικὴ καὶ Κρητική, μᾶλλον· Ἀθηναῖοι δὲ καὶ Πέρσαι τὸ μὲν πάλαι οὕτω πως, τὸ νῦν δὲ ἧττον. τὰ δʼ αἴτια διέλθωμεν· ἦ γάρ;
ΚΛ. πάντως, εἴ γέ που μέλλομεν ὃ προυθέμεθα περαίνειν.
ΑΘ. ἀκούωμεν δή. Πέρσαι γάρ, ὅτε μὲν τὸ μέτριον μᾶλλον δουλείας τε καὶ ἐλευθερίας ἦγον ἐπὶ Κύρου, πρῶτον μὲν ἐλεύθεροι ἐγένοντο, ἔπειτα δὲ ἄλλων πολλῶν δεσπόται. ἐλευθερίας γὰρ ἄρχοντες μεταδιδόντες ἀρχομένοις καὶ ἐπὶ τὸ ἴσον ἄγοντες, μᾶλλον φίλοι τε ἦσαν στρατιῶται στρατηγοῖς καὶ προθύμους αὑτοὺς ἐν τοῖς κινδύνοις παρείχοντο· καὶ εἴ τις αὖ φρόνιμος ἦν ἐν αὐτοῖς καὶ βουλεύειν δυνατός, οὐ φθονεροῦ τοῦ βασιλέως ὄντος, διδόντος δὲ παρρησίαν καὶ τιμῶντος τοὺς εἴς τι δυναμένους συμβουλεύειν, κοινὴν τὴν τοῦ φρονεῖν εἰς τὸ μέσον παρείχετο δύναμιν, καὶ πάντα δὴ τότε ἐπέδωκεν αὐτοῖς διʼ ἐλευθερίαν τε καὶ φιλίαν καὶ νοῦ κοινωνίαν.
ΚΛ. ἔοικέν γέ πως τὰ λεγόμενα οὕτω γεγονέναι.
ΑΘ. πῇ δὴ οὖν ποτε ἀπώλετο ἐπὶ Καμβύσου καὶ πάλιν ἐπὶ Δαρείου σχεδὸν ἐσώθη; βούλεσθε οἷον μαντείᾳ διανοηθέντες χρώμεθα;
ΚΛ. φέρει γοῦν ἡμῖν σκέψιν τοῦτο ἐφʼ ὅπερ ὡρμήκαμεν.
ΑΘ. μαντεύομαι δὴ νῦν περί γε Κύρου, τὰ μὲν ἄλλʼ αὐτὸν στρατηγόν τε ἀγαθὸν εἶναι καὶ φιλόπολιν, παιδείας δὲ ὀρθῆς οὐχ ἧφθαι τὸ παράπαν, οἰκονομίᾳ τε οὐδὲν τὸν νοῦν προσεσχηκέναι.
ΚΛ. πῶς δὴ τὸ τοιοῦτον φῶμεν;
ΑΘ. ἔοικεν ἐκ νέου στρατεύεσθαι διὰ βίου, ταῖς γυναιξὶν παραδοὺς τοὺς παῖδας τρέφειν. αἱ δὲ ὡς εὐδαίμονας αὐτοὺς ἐκ τῶν παίδων εὐθὺς καὶ μακαρίους ἤδη γεγονότας καὶ ἐπιδεεῖς ὄντας τούτων οὐδενὸς ἔτρεφον· κωλύουσαι δὲ ὡς οὖσιν ἱκανῶς εὐδαίμοσιν μήτε αὐτοῖς ἐναντιοῦσθαι μηδένα εἰς μηδέν, ἐπαινεῖν τε ἀναγκάζουσαι πάντας τὸ λεγόμενον ἢ πραττόμενον ὑπʼ αὐτῶν, ἔθρεψαν τοιούτους τινάς.
ΚΛ. καλήν, ὡς ἔοικας, τροφὴν εἴρηκας.
ΑΘ. γυναικείαν μὲν οὖν βασιλίδων γυναικῶν νεωστὶ γεγονυιῶν πλουσίων, καὶ ἐν ἀνδρῶν ἐρημίᾳ, διὰ τὸ μὴ σχολάζειν ὑπὸ πολέμων καὶ πολλῶν κινδύνων, τοὺς παῖδας τρεφουσῶν.
ΚΛ. ἔχει γὰρ λόγον.