Book I
Section 629
ΑΘ. τάχʼ ἂν ἴσως· δεῖ δὲ οὐδὲν σκληρῶς ἡμᾶς αὐτοῖς διαμάχεσθαι τὰ νῦν ἀλλʼ ἠρέμα ἀνερωτᾶν, ὡς μάλιστα περὶ ταῦτα ἡμῶν τε καὶ ἐκείνων σπουδαζόντων. καί μοι τῷ λόγῳ συνακολουθήσατε. προστησώμεθα γοῦν Τύρταιον, τὸν φύσει μὲν Ἀθηναῖον, τῶνδε δὲ πολίτην γενόμενον, ὃς δὴ μάλιστα ἀνθρώπων περὶ ταῦτα ἐσπούδακεν εἰπὼν ὅτι—
Tyrtaeus 12 Bergkοὔτʼ εἴ τις πλουσιώτατος ἀνθρώπων εἴη, φησίν, οὔτʼ εἰ πολλὰ ἀγαθὰ κεκτημένος, εἰπὼν σχεδὸν ἅπαντα, ὃς μὴ περὶ τὸν πόλεμον ἄριστος γίγνοιτʼ ἀεί.
Tyrtaeus 12 Bergk ταῦτα γὰρ ἀκήκοάς που καὶ σὺ τὰ ποιήματα· ὅδε μὲν γὰρ οἶμαι διακορὴς αὐτῶν ἐστι.
ΜΕ. πάνυ μὲν οὖν.
ΚΛ. καὶ μὴν καὶ παρʼ ἡμᾶς ἐλήλυθε κομισθέντα ἐκ Λακεδαίμονος.
ΑΘ. ἴθι νυν ἀνερώμεθα κοινῇ τουτονὶ τὸν ποιητὴν οὑτωσί πως· ὦ Τύρταιε, ποιητὰ θειότατε—δοκεῖς γὰρ δὴ σοφὸς ἡμῖν εἶναι καὶ ἀγαθός, ὅτι τοὺς μὲν ἐν τῷ πολέμῳ διαφέροντας διαφερόντως ἐγκεκωμίακας—ἤδη οὖν τυγχάνομεν ἐγώ τε καὶ ὅδε καὶ Κλεινίας ὁ Κνώσιος οὑτοσὶ συμφερόμενοί σοι περὶ τούτου σφόδρα, ὡς δοκοῦμεν· εἰ δὲ περὶ τῶν αὐτῶν λέγομεν ἀνδρῶν ἢ μή, βουλόμεθα σαφῶς εἰδέναι. λέγε οὖν ἡμῖν· ἆρα εἴδη δύο πολέμου καθάπερ ἡμεῖς ἡγῇ καὶ σὺ σαφῶς; ἢ πῶς;
πρὸς ταῦτʼ οἶμαι κἂν πολὺ φαυλότερος εἴποι Τυρταίου τις τἀληθές, ὅτι δύο, τὸ μὲν ὃ καλοῦμεν ἅπαντες στάσιν, ὃς δὴ πάντων πολέμων χαλεπώτατος, ὡς ἔφαμεν ἡμεῖς νυνδή· τὸ δὲ ἄλλο πολέμου θήσομεν οἶμαι γένος ἅπαντες ᾧ πρὸς τοὺς ἐκτός τε καὶ ἀλλοφύλους χρώμεθα διαφερόμενοι, πολὺ πρᾳότερον ἐκείνου.
ΚΛ. πῶς γὰρ οὔ;
ΑΘ. φέρε δή, ποτέρους, καὶ πρὸς πότερον ἐπαινῶν τὸν πόλεμον, οὕτως ὑπερεπῄνεσας, τοὺς δὲ ἔψεξας τῶν ἀνδρῶν; ἔοικας μὲν γὰρ πρὸς τοὺς ἐκτός· εἴρηκας γοῦν ὧδε ἐν τοῖς ποιήμασιν, ὡς οὐδαμῶς τοὺς τοιούτους ἀνεχόμενος, οἳ μὴ τολμήσωσιν μὲν ὁρᾶν φόνον αἱματόεντα,
Tyrtaeus
Tyrtaeusοὐκοῦν τὰ μετὰ ταῦτα εἴποιμεν ἂν ἡμεῖς ὅτι σὺ μὲν ἐπαινεῖς, ὡς ἔοικας, ὦ Τύρταιε, μάλιστα τοὺς πρὸς τὸν ὀθνεῖόν τε καὶ ἔξωθεν πόλεμον γιγνομένους ἐπιφανεῖς.
φαίη ταῦτʼ ἄν που καὶ ὁμολογοῖ;