Book III

ΑΘ. ταῦτα μὲν οὖν δὴ ταύτῃ· πολιτείας δὲ ἀρχὴν τίνα ποτὲ φῶμεν γεγονέναι; μῶν οὐκ ἐνθένδε τις ἂν αὐτὴν ῥᾷστά τε καὶ κάλλιστα κατίδοι;

ΚΛ. πόθεν;

ΑΘ. ὅθενπερ καὶ τὴν τῶν πόλεων ἐπίδοσιν εἰς ἀρετὴν μεταβαίνουσαν ἅμα καὶ κακίαν ἑκάστοτε θεατέον.

ΚΛ. λέγεις δὲ πόθεν;

ΑΘ. οἶμαι μὲν ἀπὸ χρόνου μήκους τε καὶ ἀπειρίας καὶ τῶν μεταβολῶν ἐν τῷ τοιούτῳ.

ΚΛ. πῶς λέγεις;

ΑΘ. φέρε, ἀφʼ οὗ πόλεις τʼ εἰσὶν καὶ ἄνθρωποι πολιτευόμενοι, δοκεῖς ἄν ποτε κατανοῆσαι χρόνου πλῆθος ὅσον γέγονεν;

ΚΛ. οὔκουν ῥᾴδιόν γε οὐδαμῶς.

ΑΘ. τὸ δέ γε ὡς ἄπλετόν τι καὶ ἀμήχανον ἂν εἴη;

ΚΛ. πάνυ μὲν οὖν τοῦτό γε.

ΑΘ. μῶν οὖν οὐ μυρίαι μὲν ἐπὶ μυρίαις ἡμῖν γεγόνασι πόλεις ἐν τούτῳ τῷ χρόνῳ, κατὰ τὸν αὐτὸν δὲ τοῦ πλήθους λόγον οὐκ ἐλάττους ἐφθαρμέναι; πεπολιτευμέναι δʼ αὖ πάσας πολιτείας πολλάκις ἑκασταχοῦ; καὶ τοτὲ μὲν ἐξ ἐλαττόνων μείζους, τοτὲ δʼ ἐκ μειζόνων ἐλάττους, καὶ χείρους ἐκ βελτιόνων γεγόνασι καὶ βελτίους ἐκ χειρόνων;

ΚΛ. ἀναγκαῖον.

ΑΘ. ταύτης δὴ πέρι λάβωμεν, εἰ δυναίμεθα, τῆς μεταβολῆς τὴν αἰτίαν· τάχα γὰρ ἂν ἴσως δείξειεν ἡμῖν τὴν πρώτην τῶν πολιτειῶν γένεσιν καὶ μετάβασιν.

ΚΛ. εὖ λέγεις, καὶ προθυμεῖσθαι δεῖ, σὲ μὲν ὃ διανοῇ περὶ αὐτῶν ἀποφαινόμενον, ἡμᾶς δὲ συνεπομένους.