Book XII
Section 968
ΑΘ. ὁ δὲ μὴ ταῦθʼ οἷός τʼ ὢν πρὸς ταῖς δημοσίαις ἀρεταῖς κεκτῆσθαι σχεδὸν ἄρχων μὲν οὐκ ἄν ποτε γένοιτο ἱκανὸς ὅλης πόλεως, ὑπηρέτης δʼ ἂν ἄλλοις ἄρχουσιν. ὁρᾶν δὴ χρεὼν νῦν, ὦ Κλεινία καὶ Μέγιλλε, ἤδη πρὸς τοῖς εἰρημένοις νόμοις ἅπασιν ὅσους διεληλύθαμεν εἰ καὶ τοῦτον προσοίσομεν, ὡς φυλακὴν ἐσόμενον κατὰ νόμον χάριν σωτηρίας τὸν τῶν ἀρχόντων νυκτερινὸν σύλλογον, παιδείας ὁπόσης διεληλύθαμεν κοινωνὸν γενόμενον· ἢ πῶς ποιῶμεν;
ΚΛ. ἀλλʼ, ὦ λῷστε, πῶς οὐ προσοίσομεν, ἄν πῃ καὶ κατὰ βραχὺ δυνηθῶμεν;
ΑΘ. καὶ μὴν πρός γε τὸ τοιοῦτον ἁμιλληθῶμεν πάντες. συλλήπτωρ γὰρ τούτου γε ὑμῖν καὶ ἐγὼ γιγνοίμην ἂν προθύμως—πρὸς δʼ ἐμοὶ καὶ ἑτέρους ἴσως εὑρήσω—διὰ τὴν περὶ τὰ τοιαῦτʼ ἐμπειρίαν τε καὶ σκέψιν γεγονυῖάν μοι καὶ μάλα συχνήν.
ΚΛ. ἀλλʼ, ὦ ξένε, παντὸς μὲν μᾶλλον ταύτῃ πορευτέον ᾗπερ καὶ ὁ θεὸς ἡμᾶς σχεδὸν ἄγει· τίς δὲ ὁ τρόπος ἡμῖν γιγνόμενος ὀρθῶς γίγνοιτʼ ἄν, τοῦτο δὴ τὰ νῦν λέγωμέν τε καὶ ἐρευνῶμεν.
ΑΘ. οὐκέτι νόμους, ὦ Μέγιλλε καὶ Κλεινία, περὶ τῶν τοιούτων δυνατόν ἐστιν νομοθετεῖν, πρὶν ἂν κοσμηθῇ—τότε δὲ κυρίους ὧν αὐτοὺς δεῖ γίγνεσθαι νομοθετεῖν—ἀλλὰ ἤδη τὸ τὰ τοιαῦτα κατασκευάζον διδαχὴ μετὰ συνουσίας πολλῆς γίγνοιτʼ ἄν, εἰ γίγνοιτο ὀρθῶς.
ΚΛ. πῶς; τί τοῦτο εἰρῆσθαι φῶμεν αὖ;
ΑΘ. πρῶτον μὲν δήπου καταλεκτέος ἂν εἴη κατάλογος τῶν ὅσοι ἐπιτήδειοι πρὸς τὴν τῆς φυλακῆς φύσιν ἂν εἶεν ἡλικίαις τε καὶ μαθημάτων δυνάμεσιν καὶ τρόπων ἤθεσιν καὶ ἔθεσιν· μετὰ δὲ τοῦτο, ἃ δεῖ μανθάνειν οὔτε εὑρεῖν ῥᾴδιον οὔτε ηὑρηκότος ἄλλου μαθητὴν γενέσθαι. πρὸς τούτοις δὲ χρόνους, οὕς τε καὶ ἐν οἷς δεῖ παραλαμβάνειν ἕκαστα, μάταιον ταῦτʼ ἐν γράμμασιν λέγειν· οὐδὲ γὰρ αὐτοῖς τοῖς μανθάνουσι δῆλα γίγνοιτʼ ἂν ὅτι πρὸς καιρὸν μανθάνεται, πρὶν ἐντὸς τῆς ψυχῆς ἑκάστῳ που μαθήματος ἐπιστήμην γεγονέναι. οὕτω δὴ πάντα τὰ περὶ ταῦτα ἀπόρρητα μὲν λεχθέντα οὐκ ἂν ὀρθῶς λέγοιτο, ἀπρόρρητα δὲ διὰ τὸ μηδὲν προρρηθέντα δηλοῦν τῶν λεγομένων.
ΚΛ. τί οὖν δὴ ποιητέον ἐχόντων τούτων οὕτως, ὦ ξένε;