Book XII
Section 966
ΑΘ. μήπω τὸ πῶς ἂν μηχανησαίμεθα λέγωμεν· εἰ δεῖ δὲ ἢ μή, πρῶτον βεβαιωσώμεθα τῇ συνομολογίᾳ πρὸς ἡμᾶς αὐτούς.
ΚΛ. ἀλλὰ μὴν δεῖ γε, εἴπερ δυνατόν.
ΑΘ. τί δὲ δή; περὶ καλοῦ τε καὶ ἀγαθοῦ ταὐτὸν τοῦτο διανοούμεθα; ὡς πόλλʼ ἔστιν μόνον ἕκαστον τούτων τοὺς φύλακας ἡμῖν γνωστέον, ἢ καὶ ὅπως ἕν τε καὶ ὅπῃ;
ΚΛ. σχεδὸν ἔοικʼ ἐξ ἀνάγκης δεῖν καὶ ὅπως ἓν διανοεῖσθαι.
ΑΘ. τί δʼ, ἐννοεῖν μέν, τὴν δὲ ἔνδειξιν τῷ λόγῳ ἀδυνατεῖν ἐνδείκνυσθαι;
ΚΛ. καὶ πῶς; ἀνδραπόδου γάρ τινα σὺ λέγεις ἕξιν.
ΑΘ. τί δέ; περὶ πάντων τῶν σπουδαίων ἆρʼ ἡμῖν αὑτὸς λόγος, ὅτι δεῖ τοὺς ὄντως φύλακας ἐσομένους τῶν νόμων ὄντως εἰδέναι τὰ περὶ τὴν ἀλήθειαν αὐτῶν, καὶ λόγῳ τε ἱκανοὺς ἑρμηνεύειν εἶναι καὶ τοῖς ἔργοις συνακολουθεῖν, κρίνοντας τά τε καλῶς γιγνόμενα καὶ τὰ μὴ κατὰ φύσιν;
ΚΛ. πῶς γὰρ οὔ;
ΑΘ. μῶν οὖν οὐχ ἓν τῶν καλλίστων ἐστὶν τὸ περὶ τοὺς θεούς, ὃ δὴ σπουδῇ διεπερανάμεθα, ὡς εἰσίν τε καὶ ὅσης φαίνονται κύριοι δυνάμεως, εἰδέναι τε εἰς ὅσον δυνατόν ἐστιν ταῦτʼ ἄνθρωπον γιγνώσκειν, καὶ τοῖς μὲν πλείστοις τῶν κατὰ πόλιν συγγιγνώσκειν τῇ φήμῃ μόνον τῶν νόμων συνακολουθοῦσιν, τοῖς δὲ φυλακῆς μεθέξουσιν μηδὲ ἐπιτρέπειν, ὃς ἂν μὴ διαπονήσηται τὸ πᾶσαν πίστιν λαβεῖν τῶν οὐσῶν περὶ θεῶν; τὴν δὲ μὴ ἐπιτροπὴν εἶναι τὸ μηδέποτε τῶν νομοφυλάκων αἱρεῖσθαι τὸν μὴ θεῖον καὶ διαπεπονηκότα πρὸς αὐτά, μηδʼ αὖ τῶν πρὸς ἀρετὴν ἔγκριτον γίγνεσθαι;
ΚΛ. δίκαιον γοῦν, ὡς λέγεις, τὸν περὶ τὰ τοιαῦτα ἀργὸν ἢ ἀδύνατον ἀποκρίνεσθαι πόρρω τῶν καλῶν.
ΑΘ. ἆρα οὖν ἴσμεν ὅτι δύʼ ἐστὸν τὼ περὶ θεῶν ἄγοντε εἰς πίστιν, ὅσα διήλθομεν ἐν τοῖς πρόσθεν;
ΚΛ. ποῖα;
ΑΘ. ἓν μὲν ὃ περὶ τὴν ψυχὴν ἐλέγομεν, ὡς πρεσβύτατόν τε καὶ θειότατόν ἐστιν πάντων ὧν κίνησις γένεσιν παραλαβοῦσα ἀέναον οὐσίαν ἐπόρισεν· ἓν δὲ τὸ περὶ τὴν φοράν, ὡς ἔχει τάξεως, ἄστρων τε καὶ ὅσων ἄλλων ἐγκρατὴς νοῦς ἐστιν τὸ πᾶν διακεκοσμηκώς.