Book XII

ΑΘ. ἐὰν ὡς πρεσβευτής τις ἢ κῆρυξ καταψευδόμενος τῆς πόλεως παραπρεσβεύηται πρός τινα πόλιν, ἢ πεμπόμενος μὴ τὰς οὔσας πρεσβείας ἐφʼ αἷς πέμπεται ἀπαγγέλλῃ, ἢ πάλιν αὖ παρὰ τῶν πολεμίων ἢ καὶ φίλων μὴ τὰ παρʼ ἐκείνων ὀρθῶς ἀποπρεσβεύσας γένηται φανερὸς ἢ κηρυκεύσας, γραφαὶ κατὰ τούτων ἔστων ὡς Ἑρμοῦ καὶ Διὸς ἀγγελίας καὶ ἐπιτάξεις παρὰ νόμον ἀσεβησάντων, τίμημα δὲ ὅτι χρὴ πάσχειν ἢ ἀποτίνειν, ἐὰν ὄφλῃ.κλοπὴ μὲν χρημάτων ἀνελεύθερον, ἁρπαγὴ δὲ ἀναίσχυντον· τῶν Διὸς δὲ ὑέων οὐδεὶς οὔτε δόλοις οὔτε βίᾳ χαίρων ἐπιτετήδευκεν τούτοιν οὐδέτερον. μηδεὶς οὖν ὑπὸ ποιητῶν μηδʼ ἄλλως ὑπό τινων μυθολόγων πλημμελῶν περὶ τὰ τοιαῦτα ἐξαπατώμενος ἀναπειθέσθω, καὶ κλέπτων ἢ βιαζόμενος οἰέσθω μηδὲν αἰσχρὸν ποιεῖν ἀλλʼ ἅπερ αὐτοὶ θεοὶ δρῶσιν· οὔτε γὰρ ἀληθὲς οὔτʼ εἰκός, ἀλλʼ ὅς τι δρᾷ τοιοῦτον παρανόμως, οὔτε θεὸς οὔτε παῖς ἐστίν ποτε θεῶν, ταῦτα δὲ νομοθέτῃ μᾶλλον προσήκει γιγνώσκειν ἢ ποιηταῖς σύμπασιν. ὁ μὲν οὖν πεισθεὶς ἡμῶν τῷ λόγῳ εὐτυχεῖ τε καὶ εἰς χρόνον ἅπαντα εὐτυχοῖ, ὁ δὲ ἀπιστήσας τὸ μετὰ ταῦτα τοιῷδέ τινι μαχέσθω νόμῳ· ἐάν τίς τι κλέπτῃ δημόσιον μέγα ἢ καὶ σμικρόν, τῆς αὐτῆς δίκης δεῖ. μικρόν τι γὰρ ὁ κλέπτων ἔρωτι μὲν ταὐτῷ, δυνάμει δὲ ἐλάττονι κέκλοφεν, ὅ τε τὸ μεῖζον κινῶν οὐ καταθέμενος ὅλον ἀδικεῖ· δίκης οὖν οὐδέτερον οὐδετέρου ἐλάττονος ἕνεκα μεγέθους τοῦ κλέμματος ὁ νόμος ἀξιοῖ ζημιοῦν, ἀλλὰ τῷ τὸν μὲν ἴσως ἂν ἰάσιμον ἔτʼ εἶναι, τὸν δʼ ἀνίατον.