Book XI
Section 916
ΑΘ. ὃς δʼ ἂν ἀποδόμενος τιμήν του λάβῃ μὴ ἐλάττω δραχμῶν πεντήκοντα, παραμενέτω κατὰ πόλιν ἐξ ἀνάγκης δέκα ἡμέρας, ὁ δὲ πριάμενος ἴστω τὴν οἰκίαν τὴν τοῦ ἀποδομένου, τῶν περὶ τὰ τοιαῦτα ἐγκλημάτων εἰωθότων γίγνεσθαι χάριν καὶ τῶν ἀναγωγῶν τῶν κατὰ νόμους εἵνεκα· ἡ δὲ κατὰ νόμους ἀναγωγὴ καὶ μὴ τῇδε ἔστω. ἐάν τις ἀνδράποδον ἀποδῶται κάμνον φθόῃ ἢ λιθῶν ἢ στραγγουριῶν ἢ τῇ καλουμένῃ ἱερᾷ νόσῳ ἢ καὶ ἑτέρῳ τινὶ ἀδήλῳ τοῖς πολλοῖς νοσήματι μακρῷ καὶ δυσιάτῳ κατὰ τὸ σῶμα ἢ κατὰ τὴν διάνοιαν, ἐὰν μὲν ἰατρῷ τις ἢ γυμναστῇ, μὴ ἀναγωγῆς ἔστω τούτῳ πρὸς τὸν τοιοῦτον τυγχάνειν, μηδʼ ἐὰν τἀληθές τις προειπὼν ἀποδῶταί τῳ· ἐὰν δέ τις ἰδιώτῃ τι τῶν τοιούτων ἀποδῶται δημιουργός, ὁ πριάμενος ἐντὸς ἑκμήνου ἀναγέτω, πλὴν τῆς ἱερᾶς, ταύτης δʼ ἐντὸς ἐνιαυτοῦ τὴν ἀναγωγὴν ἐξέστω ποιεῖσθαι τῆς νόσου. διαδικαζέσθω δὲ ἔν τισι τῶν ἰατρῶν, οὓς ἂν κοινῇ προβαλόμενοι ἕλωνται· τὸν δὲ ὀφλόντα τὴν δίκην διπλάσιον ἀποτίνειν τῆς τιμῆς ἧς ἂν ἀποδῶται. ἐὰν δὲ ἰδιώτῃ τις ἰδιώτης, ἀναγωγὴν μὲν εἶναι, καθάπερ καὶ τοῖς πρόσθεν ἐρρήθη, καὶ τὴν διαδικασίαν, ὁ δὲ ὀφλὼν τὴν τιμὴν ἁπλῆν ἀποτινέτω. ἐὰν δὲ ἀνδροφόνον ἀποδῶταί τίς τινι εἰδότι μὲν εἰδώς, μὴ τυγχανέτω ἀναγωγῆς τοῦ τοιούτου τῆς πράσεως, μὴ δὲ εἰδότι τὴν μὲν ἀναγωγὴν εἶναι τότε ὅταν τις αἴσθηται τῶν πριαμένων, ἐν πέντε δὲ τῶν νομοφυλάκων τοῖς νεωτάτοις εἶναι τὴν κρίσιν, εἰδὼς δὲ ἂν κριθῇ, τάς τε οἰκίας τοῦ πριαμένου καθηράτω κατὰ τὸν τῶν ἐξηγητῶν νόμον, τῆς τιμῆς τε ἀποδότω τῷ πριαμένῳ τριπλάσιον.ὁ δὲ ἀλλαττόμενος ἢ νόμισμα ἀντὶ νομίσματος, ἢ καὶ τῶν ἄλλων ζῴων ὁτιοῦν ἢ καὶ μὴ ζῴων, ἀκίβδηλον πᾶν διδότω καὶ δεχέσθω τῷ νόμῳ συνεπόμενος· προοίμιον δέ, καθάπερ ἄλλων νόμων, δεξώμεθα καὶ περὶ ὅλης ταύτης τῆς κάκης. κιβδηλείαν δὲ χρὴ πάντα ἄνδρα διανοηθῆναι καὶ ψεῦδος καὶ ἀπάτην ὡς ἕν τι γένος ὄν, τοῦτο ᾧ τὴν φήμην ἐπιφέρειν εἰώθασιν οἱ πολλοί, κακῶς λέγοντες, ὡς ἐν καιρῷ γιγνόμενον ἑκάστοτε τὸ τοιοῦτον πολλάκις ἂν ὀρθῶς ἔχοι, τὸν καιρὸν δὲ καὶ ὅπου καὶ ὁπότε ἀτάκτως καὶ ἀορίστως ἐῶντες, τῇ λέξει ταύτῃ πολλὰ ζημιοῦνταί τε καὶ ζημιοῦσιν ἑτέρους. νομοθέτῃ δὲ οὐκ ἐγχωρεῖ τοῦτο ἀόριστον ἐᾶν, ἀλλὰ ἢ μείζους ἢ ἐλάττους ὅρους ἀεὶ δεῖ διασαφεῖν, καὶ δὴ καὶ νῦν ὡρίσθω.