Book X
Section 899
ΑΘ. ὡς ἢ ἐνοῦσα ἐντὸς τῷ περιφερεῖ τούτῳ φαινομένῳ σώματι πάντῃ διακομίζει τὸ τοιοῦτον, καθάπερ ἡμᾶς ἡ παρʼ ἡμῖν ψυχὴ πάντῃ περιφέρει· ἤ ποθεν ἔξωθεν σῶμα αὑτῇ πορισαμένη πυρὸς ἤ τινος ἀέρος, ὡς λόγος ἐστί τινων, ὠθεῖ βίᾳ σώματι σῶμα· ἢ τρίτον αὐτὴ ψιλὴ σώματος οὖσα, ἔχουσα δὲ δυνάμεις ἄλλας τινὰς ὑπερβαλλούσας θαύματι, ποδηγεῖ.
ΚΛ. ναί, τοῦτο μὲν ἀνάγκη, τούτων ἕν γέ τι δρῶσαν ψυχὴν πάντα διάγειν.
ΑΘ. αὐτοῦ δὴ ἄμεινον ταύτην τὴν ψυχήν, εἴτε ἐν ἅρμασιν ἔχουσα ἡμῖν ἥλιον ἄγει φῶς τοῖς ἅπασιν, εἴτε ἔξωθεν, εἴθʼ ὅπως εἴθʼ ὅπῃ, θεὸν ἡγεῖσθαι χρεὼν πάντα ἄνδρα. ἢ πῶς;
ΚΛ. ναί, τόν γέ που μὴ ἐπὶ τὸ ἔσχατον ἀφιγμένον ἀνοίας.
ΑΘ. ἄστρων δὴ πέρι πάντων καὶ σελήνης, ἐνιαυτῶν τε καὶ μηνῶν καὶ πασῶν ὡρῶν πέρι, τίνα ἄλλον λόγον ἐροῦμεν ἢ τὸν αὐτὸν τοῦτον, ὡς ἐπειδὴ ψυχὴ μὲν ἢ ψυχαὶ πάντων τούτων αἴτιαι ἐφάνησαν, ἀγαθαὶ δὲ πᾶσαν ἀρετήν, θεοὺς αὐτὰς εἶναι φήσομεν, εἴτε ἐν σώμασιν ἐνοῦσαι, ζῷα ὄντα, κοσμοῦσιν πάντα οὐρανόν, εἴτε ὅπῃ τε καὶ ὅπως; ἔσθʼ ὅστις ταῦτα ὁμολογῶν ὑπομενεῖ μὴ θεῶν εἶναι πλήρη πάντα;
ΚΛ. οὐκ ἔστιν οὕτως, ὦ ξένε, παραφρονῶν οὐδείς.
ΑΘ. τῷ μὲν τοίνυν μὴ νομίζοντι θεοὺς ἐν τῷ πρόσθεν χρόνῳ, ὦ Μέγιλλέ τε καὶ Κλεινία, εἰπόντες ὅρους ἀπαλλαττώμεθα.
ΚΛ. τίνας;
ΑΘ. ἢ διδάσκειν ἡμᾶς ὡς οὐκ ὀρθῶς λέγομεν τιθέμενοι ψυχὴν γένεσιν ἁπάντων εἶναι πρώτην, καὶ τἆλλα ὁπόσα τούτων συνεπόμενα εἴπομεν, ἢ μὴ δυνάμενον βέλτιον λέγειν ἡμῶν, ἡμῖν πείθεσθαι καὶ ζῆν θεοὺς ἡγούμενον εἰς τὸν ἐπίλοιπον βίον. ὁρῶμεν οὖν εἴτε ἱκανῶς ἤδη τοῖς οὐχ ἡγουμένοις θεοὺς εἰρήκαμεν ὡς εἰσὶν θεοί, εἴτε ἐπιδεῶς.
ΚΛ. ἥκιστά γε, ὦ ξένε, πάντων ἐπιδεῶς.
ΑΘ. τούτοις μὲν τοίνυν ἡμῖν τὸ λόγων τέλος ἐχέτω· τὸν δὲ ἡγούμενον μὲν θεοὺς εἶναι, μὴ φροντίζειν δὲ αὐτοὺς τῶν ἀνθρωπίνων πραγμάτων, παραμυθητέον. ὦ ἄριστε δὴ φῶμεν, ὅτι μὲν ἡγῇ θεούς, συγγένειά τις ἴσως σε θεία πρὸς τὸ σύμφυτον ἄγει τιμᾶν καὶ νομίζειν εἶναι· κακῶν δὲ ἀνθρώπων καὶ ἀδίκων τύχαι ἰδίᾳ καὶ δημοσίᾳ, ἀληθείᾳ μὲν οὐκ εὐδαίμονες, δόξαις δὲ εὐδαιμονιζόμεναι σφόδρα ἀλλʼ οὐκ ἐμμελῶς, ἄγουσί σε πρὸς ἀσέβειαν, ἔν τε μούσαις οὐκ ὀρθῶς ὑμνούμεναι ἅμα καὶ ἐν παντοίοις λόγοις.