Book X
Section 894
ΑΘ. καὶ μὴν καὶ συγκρινόμενα μὲν αὐξάνεται, διακρινόμενα δὲ φθίνει τότε, ὅταν ἡ καθεστηκυῖα ἑκάστων ἕξις διαμένῃ, μὴ μενούσης δὲ αὐτῆς, διʼ ἀμφότερα ἀπόλλυται. γίγνεται δὴ πάντων γένεσις, ἡνίκʼ ἂν τί πάθος ᾖ; δῆλον ὡς ὁπόταν ἀρχὴ λαβοῦσα αὔξην εἰς τὴν δευτέραν ἔλθῃ μετάβασιν καὶ ἀπὸ ταύτης εἰς τὴν πλησίον, καὶ μέχρι τριῶν ἐλθοῦσα αἴσθησιν σχῇ τοῖς αἰσθανομένοις. μεταβάλλον μὲν οὖν οὕτω καὶ μετακινούμενον γίγνεται πᾶν· ἔστιν δὲ ὄντως ὄν, ὁπόταν μένῃ, μεταβαλὸν δὲ εἰς ἄλλην ἕξιν διέφθαρται παντελῶς. ἆρʼ οὖν κινήσεις πάσας εἰρήκαμεν ὡς ἐν εἴδεσιν λαβεῖν μετʼ ἀριθμοῦ, πλήν γε, ὦ φίλοι, δυοῖν;
ΚΛ. ποίαιν δή;
ΑΘ. σχεδόν, ὠγαθέ, ἐκείναιν ὧν ἕνεκα πᾶσα ἡμῖν ἐστιν ἡ σκέψις τὰ νῦν.
ΚΛ. λέγε σαφέστερον.
ΑΘ. ψυχῆς ἦν ἕνεκά που;
ΚΛ. πάνυ μὲν οὖν.
ΑΘ. ἔστω τοίνυν ἡ μὲν ἕτερα δυναμένη κινεῖν κίνησις, ἑαυτὴν δὲ ἀδυνατοῦσα, ἀεὶ μία τις, ἡ δὲ αὑτήν τʼ ἀεὶ καὶ ἕτερα δυναμένη κατά τε συγκρίσεις ἔν τε διακρίσεσιν αὔξαις τε καὶ τῷ ἐναντίῳ καὶ γενέσεσι καὶ φθοραῖς ἄλλη μία τις αὖ τῶν πασῶν κινήσεων.
ΚΛ. ἔστω γὰρ οὖν.
ΑΘ. οὐκοῦν τὴν μὲν ἕτερον ἀεὶ κινοῦσαν καὶ μεταβαλλομένην ὑφʼ ἑτέρου θήσομεν ἐνάτην αὖ, τήν τε ἑαυτὴν κινοῦσαν καὶ ἕτερον, ἐναρμόττουσαν πᾶσιν μὲν ποιήμασι, πᾶσιν δὲ παθήμασι, καλουμένην δὲ ὄντως τῶν ὄντων πάντων μεταβολὴν καὶ κίνησιν, ταύτην δὲ δεκάτην σχεδὸν ἐροῦμεν.
ΚΛ. παντάπασι μὲν οὖν.
ΑΘ. τῶν δὴ δέκα μάλιστα ἡμῖν κινήσεων τίνʼ ἂν προκρίναιμεν ὀρθότατα πασῶν ἐρρωμενεστάτην τε εἶναι καὶ πρακτικὴν διαφερόντως;
ΚΛ. μυρίῳ ἀνάγκη που φάναι διαφέρειν τὴν αὐτὴν αὑτὴν δυναμένην κινεῖν, τὰς δὲ ἄλλας πάσας ὑστέρας.
ΑΘ. εὖ λέγεις. ἆρʼ οὖν ἡμῖν τῶν νῦν οὐκ ὀρθῶς ῥηθέντων μεταθετέον ἓν ἢ καὶ δύο;
ΚΛ. ποῖα φῄς;
ΑΘ. τὸ τῆς δεκάτης ῥηθὲν σχεδὸν οὐκ ὀρθῶς εἴρηται.
ΚΛ. πῇ;
ΑΘ. πρῶτον γενέσει τέ ἐστιν καὶ ῥώμῃ κατὰ λόγον· τὸ δὲ μετὰ τοῦτο ἔχομεν τούτου δεύτερον, ἄρτι ῥηθὲν ἀτόπως ἔνατον.
ΚΛ. πῶς λέγεις;
ΑΘ. ὧδε. ὅταν ἕτερον ἄλλο ἡμῖν μεταβάλῃ καὶ τοῦτο ἄλλο ἕτερον ἀεί, τῶν τοιούτων ἆρα ἔσται ποτέ τι πρῶτον μεταβάλλον; καὶ πῶς, ὅταν ὑπʼ ἄλλου κινῆται, τοῦτʼ ἔσται ποτὲ τῶν ἀλλοιούντων πρῶτον; ἀδύνατον γάρ.