Book IX

ΑΘ. πατρὸς γὰρ ἢ μητρὸς ἢ τούτων ἔτι προγόνων ὅστις τολμήσει ἅψασθαί ποτε βιαζόμενος αἰκίᾳ τινί, μήτε τῶν ἄνω δείσας θεῶν μῆνιν μήτε τῶν ὑπὸ γῆς τιμωριῶν λεγομένων, ἀλλὰ ὡς εἰδὼς ἃ μηδαμῶς οἶδεν, καταφρονῶν τῶν παλαιῶν καὶ ὑπὸ πάντων εἰρημένων, παρανομεῖ, τούτῳ δεῖ τινος ἀποτροπῆς ἐσχάτης. θάνατος μὲν οὖν οὐκ ἔστιν ἔσχατον, οἱ δὲ ἐν Ἅιδου τούτοισι λεγόμενοι πόνοι ἔτι τε τούτων εἰσὶ μᾶλλον ἐν ἐσχάτοις, καὶ ἀληθέστατα λέγοντες οὐδὲν ἀνύτουσιν ταῖς τοιαύταις ψυχαῖς ἀποτροπῆς—οὐ γὰρ ἂν ἐγίγνοντό ποτε μητραλοῖαί τε καὶ τῶν ἄλλων γεννητόρων ἀνόσιοι πληγῶν τόλμαι—δεῖ δὴ τὰς ἐνθάδε κολάσεις περὶ τὰ τοιαῦτα τούτοισι τὰς ἐν τῷ ζῆν μηδὲν τῶν ἐν Ἅιδου λείπεσθαι κατὰ δύναμιν. ἔστω δὴ λεγόμενον τὸ μετὰ τοῦτο τῇδε· ὃς ἂν τολμήσῃ πατέρα ἢ μητέρα ἢ τούτων πατέρας ἢ μητέρας τύπτειν μὴ μανίαις ἐχόμενος, πρῶτον μὲν ὁ προστυγχάνων καθάπερ ἐν τοῖς ἔμπροσθεν βοηθείτω, καὶ ὁ μὲν μέτοικος ἢ ξένος εἰς προεδρίαν τῶν ἀγώνων καλείσθω βοηθῶν, μὴ βοηθήσας δὲ ἀειφυγίαν ἐκ τῆς χώρας φευγέτω· ὁ δὲ μὴ μέτοικος βοηθῶν μὲν ἔπαινον ἐχέτω, μὴ βοηθῶν δέ, ψόγον· δοῦλος δὲ βοηθήσας μὲν ἐλεύθερος γιγνέσθω, μὴ βοηθήσας δὲ πληγὰς ἑκατὸν τῇ μάστιγι τυπτέσθω, ἐν ἀγορᾷ μὲν ἂν γίγνηται τὸ γενόμενον, ὑπʼ ἀγορανόμων, ἐὰν δʼ ἐκτὸς ἀγορᾶς ἐν ἄστει, τῶν ἀστυνόμων κολάζειν τὸν ἐπιδημοῦντα, ἐὰν δὲ κατʼ ἀγροὺς τῆς χώρας που, τοὺς τῶν ἀγρονόμων ἄρχοντας. ἐὰν δʼ ἐπιχώριος ὁ παρατυγχάνων ᾖ τις, ἐάντε παῖς ἐάντε ἀνὴρ ἐάντʼ οὖν γυνή, ἀμυνέτω πᾶς τὸν ἀνόσιον ἐπονομάζων· ὁ δὲ μὴ ἀμύνων ἀρᾷ ἐνεχέσθω Διὸς ὁμογνίου καὶ πατρῴου κατὰ νόμον. ἐὰν δέ τις ὄφλῃ δίκην αἰκίας γονέων, πρῶτον μὲν φευγέτω ἀειφυγίαν ἐξ ἄστεος εἰς τὴν ἄλλην χώραν καὶ πάντων ἱερῶν εἰργέσθω· μὴ δὲ εἰργόμενον κολαζόντων αὐτὸν ἀγρονόμοι πληγαῖς καὶ πάντως ὡς ἂν ἐθέλωσιν, κατελθὼν δὲ θανάτῳ ζημιούσθω. ἐὰν δέ τις τῷ τοιούτῳ, ὅσοι ἐλεύθεροι, συμφάγῃ ἢ συμπίῃ ἤ τινα τοιαύτην ἄλλην κοινωνίαν κοινωνήσῃ, ἢ καὶ μόνον ἐντυγχάνων που προσάπτηται ἑκών, μήτε εἰς ἱερὸν ἔλθῃ μηδὲν μήτʼ εἰς ἀγορὰν μήτʼ εἰς πόλιν ὅλως πρότερον ἢ καθήρηται, νομίζων κεκοινωνηκέναι ἀλιτηριώδους τύχης·