Book IX

ΑΘ. ἐκγόνοις δὲ πρὸς γονέας εἶναι τῶν τοιούτων τραυμάτων δικαστὰς μὲν τοὺς ὑπὲρ ἑξήκοντα ἔτη γεγονότας ἐπάναγκες, οἷς ἂν παῖδες μὴ ποιητοί, ἀληθινοὶ δέ, ὦσιν, ἂν δέ τις ὄφλῃ, τιμᾶν εἰ τεθνάναι χρὴ τὸν τοιοῦτον εἴτε τι μεῖζον ἕτερον τούτου πάσχειν ἢ καὶ μὴ πολλῷ σμικρότερον· καὶ τῶν συγγενῶν τοῦ δράσαντος μηδένα δικάζειν, μηδʼ ἐὰν γεγονὼς ᾖ τὸν χρόνον ὅσον ὁ νόμος εἴρηκεν. δοῦλος δʼ ἐάν τις ἐλεύθερον ὀργῇ τρώσῃ, παραδότω τὸν δοῦλον ὁ κεκτημένος τῷ τρωθέντι χρῆσθαι ὅτι ἂν ἐθέλῃ· ἐὰν δὲ μὴ παραδιδῷ, αὐτὸς τὴν βλάβην ἐξιάσθω. ἐὰν δὲ ἐκ συνθήκης αἰτιᾶται τοῦ δούλου καὶ τοῦ τρωθέντος μηχανὴν εἶναί τις τὸ γεγονός, ἀμφισβητησάτω· ἐὰν δὲ μὴ ἕλῃ, τριπλασίαν ἐκτεισάτω τὴν βλάβην, ἑλὼν δέ, ἀνδραποδισμοῦ ὑπόδικον ἐχέτω τὸν τεχνάζοντα μετὰ τοῦ δούλου. ὃς δʼ ἂν ἄκων ἄλλος ἄλλον τρώσῃ, τὸ βλάβος ἁπλοῦν ἀποτινέτω—τύχης γὰρ νομοθέτης οὐδεὶς ἱκανὸς ἄρχειν—δικασταὶ δὲ ὄντων οἵπερ τοῖς ἐκγόνοις πρὸς τοὺς γεννήτορας ἐρρήθησαν, καὶ τιμώντων τὴν ἀξίαν τῆς βλάβης.βίαια μὲν δὴ πάνθʼ ἡμῖν τὰ προειρημένα πάθη, βίαιον δὲ καὶ τὸ τῆς αἰκίας πᾶν γένος. ὧδε οὖν χρὴ περὶ τῶν τοιούτων πάντα ἄνδρα καὶ παῖδα καὶ γυναῖκα ἀεὶ διανοεῖσθαι, τὸ πρεσβύτερον ὡς οὐ σμικρῷ τοῦ νεωτέρου ἐστὶ πρεσβευόμενον ἔν τε θεοῖσι καὶ ἐν ἀνθρώποις τοῖς μέλλουσι σῴζεσθαι καὶ εὐδαιμονεῖν. αἰκίαν οὖν περὶ πρεσβύτερον ἐν πόλει γενομένην ὑπὸ νεωτέρου ἰδεῖν αἰσχρὸν καὶ θεομισές· ἔοικεν δὲ νέῳ παντὶ ὑπὸ γέροντος πληγέντι ῥᾳθύμως ὀργὴν ὑποφέρειν, αὑτῷ τιθεμένῳ τιμὴν ταύτην εἰς γῆρας. ὧδε οὖν ἔστω· πᾶς ἡμῖν αἰδείσθω τὸν ἑαυτοῦ πρεσβύτερον ἔργῳ τε καὶ ἔπει· τὸν δὲ προέχοντα εἴκοσιν ἡλικίας ἔτεσιν, ἄρρενα ἢ θῆλυν, νομίζων ὡς πατέρα ἢ μητέρα διευλαβείσθω, καὶ πάσης τῆς δυνατῆς ἡλικίας αὐτὸν φιτῦσαι καὶ τεκεῖν ἀπέχοιτο ἀεὶ θεῶν γενεθλίων χάριν. ὡς δʼ αὕτως καὶ ξένου ἀπείργοιτο εἴτε πάλαι ἐνοικοῦντος εἴτε νεήλυδος ἀφιγμένου· μήτε γὰρ ὑπάρχων μήτε ἀμυνόμενος τὸ παράπαν τολμάτω πληγαῖς τὸν τοιοῦτον νουθετεῖν. ξένον δὲ ἂν ἀσελγαίνοντα καὶ θρασυνόμενον ἑαυτὸν τύπτοντα οἴηται δεῖν κολασθῆναι, λαβὼν πρὸς τὴν ἀρχὴν τῶν ἀστυνόμων ἀπαγέτω, τοῦ τύπτειν δὲ εἰργέσθω, ἵνα πόρρω γίγνηται τοῦ τὸν ἐπιχώριον ἂν τολμῆσαί ποτε πατάξαι. οἱ δʼ ἀστυνόμοι παραλαβόντες τε καὶ ἀνακρίναντες, τὸν ξενικὸν αὖ θεὸν εὐλαβούμενοι, ἐὰν ἄρα ἀδίκως δοκῇ ὁ ξένος τὸν ἐπιχώριον τύπτειν, τῇ μάστιγι τὸν ξένον ὅσας ἂν αὐτὸς πατάξῃ τοσαύτας δόντες, τῆς θρασυξενίας παυόντων· ἐὰν δὲ μὴ ἀδικῇ, ἀπειλήσαντές τε καὶ ὀνειδίσαντες τῷ ἀπαγαγόντι μεθιέντων ἄμφω.