Book IX
Section 874
ΑΘ. ἐὰν δὲ ἄψυχόν τι ψυχῆς ἄνθρωπον στερήσῃ, πλὴν ὅσα κεραυνὸς ἤ τι παρὰ θεοῦ τοιοῦτον βέλος ἰόν, τῶν δὲ ἄλλων ὅσα τινὸς προσπεσόντος ἢ αὐτὸ ἐμπεσὸν κτείνῃ τινά, δικαστὴν μὲν αὐτῷ καθιζέτω τῶν γειτόνων τὸν ἐγγύτατα ὁ προσήκων γένει, ἀφοσιούμενος ὑπὲρ αὑτοῦ τε καὶ ὑπὲρ τῆς συγγενείας ὅλης, τὸ δὲ ὀφλὸν ἐξορίζειν, καθάπερ ἐρρήθη τὸ τῶν ζῴων γένος.ἐὰν δὲ τεθνεὼς μὲν αὖ τις φανῇ, ἄδηλος δὲ ὁ κτείνας ᾖ καὶ μὴ ἀμελῶς ζητοῦσιν ἀνεύρετος γίγνηται, τὰς μὲν προρρήσεις τὰς αὐτὰς γίγνεσθαι καθάπερ τοῖς ἄλλοις, προαγορεύειν δὲ τὸν φόνον τῷ δράσαντι, καὶ ἐπιδικασάμενον ἐν ἀγορᾷ κηρῦξαι τῷ κτείναντι τὸν καὶ τὸν καὶ ὠφληκότι φόνου μὴ ἐπιβαίνειν ἱερῶν μηδὲ ὅλης χώρας τῆς τοῦ παθόντος, ὡς, ἂν φανῇ καὶ γνωσθῇ, ἀποθανούμενον καὶ ἔξω τῆς τοῦ παθόντος χώρας ἐκβληθησόμενον ἄταφον. οὗτος δὴ νόμος εἷς ἡμῖν ἔστω κύριος περὶ φόνου κείμενος.καὶ τὰ μὲν περὶ τὰ τοιαῦτα μέχρι τούτων οὕτως· ὧν δὲ ὁ κτείνας ἐφʼ οἷς τε ὀρθῶς ἂν καθαρὸς εἴη, τάδε ἔστω· Νύκτωρ φῶρα εἰς οἰκίαν εἰσιόντα ἐπὶ κλοπῇ χρημάτων ἐὰν ἑλὼν κτείνῃ, καθαρὸς ἔστω· καὶ ἐὰν λωποδύτην ἀμυνόμενος ἀποκτείνῃ, καθαρὸς ἔστω· καὶ ἐὰν ἐλευθέραν γυναῖκα βιάζηταί τις ἢ παῖδα περὶ τὰ ἀφροδίσια, νηποινὶ τεθνάτω ὑπό τε τοῦ ὑβρισθέντος βίᾳ καὶ ὑπὸ πατρὸς ἢ ἀδελφῶν ἢ ὑέων· ἐάν τε ἀνὴρ ἐπιτύχῃ γαμετῇ γυναικὶ βιαζομένῃ, κτείνας τὸν βιαζόμενον ἔστω καθαρὸς ἐν τῷ νόμῳ· καὶ ἐάν τις πατρὶ βοηθῶν θάνατον, μηδὲν ἀνόσιον δρῶντι, κτείνῃ τινά, ἢ μητρὶ ἢ τέκνοις ἢ ἀδελφοῖς ἢ συγγεννήτορι τέκνων, πάντως καθαρὸς ἔστω.τὰ μὲν τοίνυν περὶ τροφήν τε ζώσης ψυχῆς καὶ παιδείαν, ὧν αὐτῇ τυχούσῃ μὲν βιωτόν, ἀτυχησάσῃ δὲ τοὐναντίον, καὶ περὶ θανάτων τῶν βιαίων ἃς δεῖ τιμωρίας γίγνεσθαι, νενομοθετήσθω· τὰ δὲ περὶ τὴν τῶν σωμάτων τροφὴν μὲν καὶ παιδείαν εἴρηται, τὸ δʼ ἐχόμενον τούτων, αἱ βίαιοι πράξεις ὑπʼ ἀλλήλων ἀκούσιοί τε καὶ ἑκούσιοι γιγνόμεναι διοριστέον εἰς δύναμιν αἵ τέ εἰσιν καὶ ὅσαι, καὶ ὧν ἂν τυγχάνουσαι τιμωρήσεων τὸ πρόσφορον ἔχοιεν ἂν ἕκασται, ταῦτα μετʼ ἐκεῖνα, ὡς ἔοικεν, ὀρθῶς ἂν νομοθετοῖτο.τραύματα δὴ καὶ πηρώσεις ἐκ τραυμάτων τά γε δεύτερα μετὰ θανάτους καὶ ὁ φαυλότατος ἂν τάξειεν τῶν ἐπὶ νόμον τρεπομένων. τὰ δὴ τραύματα, καθάπερ οἱ φόνοι διῄρηντο, διαιρετέον, τὰ μὲν ἀκούσια, τὰ δὲ θυμῷ, τὰ δὲ φόβῳ, τὰ δὲ ὁπόσα ἐκ προνοίας ἑκούσια συμβαίνει γιγνόμενα·