Book IX
Section 866
ΑΘ. ἐὰν δὲ ξένος ὁ τελευτήσας ᾖ, καὶ τῆς τοῦ ξένου χώρας εἰργέσθω τοὺς αὐτοὺς χρόνους. τούτῳ δὴ τῷ νόμῳ ἐὰν μὲν ἑκὼν πείθηταί τις, ὁ τοῦ τελευτήσαντος γένει ἐγγύτατα, ἐπίσκοπος ὢν τούτων πάντων γενομένων, ἐχέτω συγγνώμην τε καὶ ἄγων πρὸς αὐτὸν εἰρήνην μέτριος ἂν εἴη πάντως· ἐὰν δέ τις ἀπειθῇ καὶ πρῶτον μὲν ἀκάθαρτος ὢν εἰς τὰ ἱερὰ τολμᾷ πορεύεσθαι καὶ θύειν, ἔτι δὲ τοὺς χρόνους μὴ ἐθέλῃ πληροῦν ἀποξενούμενος τοὺς εἰρημένους, ὁ τοῦ τελευτήσαντος γένει ἐγγύτατα ἐπεξίτω μὲν φόνου τῷ κτείναντι, διπλᾶ δὲ πάντα ἔστω τὰ τιμωρήματα τῷ ὀφλόντι. ἐὰν δʼ ὁ προσήκων ἐγγύτατα μὴ ἐπεξίῃ τῷ παθήματι, τὸ μίασμα ὡς εἰς αὐτὸν περιεληλυθός, τοῦ παθόντος προστρεπομένου τὴν πάθην, ὁ βουλόμενος ἐπεξελθὼν τούτῳ δίκην, πέντε ἔτη ἀποσχέσθαι τῆς αὑτοῦ πατρίδος ἀναγκαζέτω κατὰ νόμον. ἐὰν δὲ ξένος ἄκων ξένον κτείνῃ τῶν ἐν τῇ πόλει, ἐπεξίτω μὲν ὁ βουλόμενος ἐπὶ τοῖς αὐτοῖς νόμοις, μέτοικος δὲ ὢν ἀπενιαυτησάτω, ξένος δὲ ἂν ᾖ παντάπασιν, πρὸς τῷ καθαρμῷ, ἐάντε ξένον ἐάντε μέτοικον ἐάντε ἀστὸν κτείνῃ, τὸν βίον ἅπαντα τῆς χώρας τῆς τῶν νόμων τῶνδε κυρίας εἰργέσθω· ἐὰν δʼ ἔλθῃ παρανόμως, οἱ νομοφύλακες θανάτῳ ζημιούντων αὐτόν, καὶ ἐὰν ἔχῃ οὐσίαν τινά, τῷ τοῦ παθόντος ἐγγύτατα γένει παραδιδόντων. ἐὰν δὲ ἄκων ἔλθῃ, ἂν μὲν κατὰ θάλατταν ἐκπίπτῃ πρὸς τὴν χώραν, σκηνησάμενος ἐν θαλάττῃ τέγγων τοὺς πόδας πλοῦν ἐπιφυλαττέτω, κατὰ γῆν δὲ ἂν βίᾳ ὑπό τινων ἀχθῇ, ἡ πρώτη προστυχοῦσα ἀρχὴ τῶν ἐν τῇ πόλει λύσασα, εἰς τὴν ὑπερορίαν ἐκπεμπέτω ἄσυλον. ἐὰν δʼ ἄρα τις αὐτόχειρ μὲν κτείνῃ ἐλεύθερον, θυμῷ δὲ ᾖ τὸ πεπραγμένον ἐκπραχθέν, διχῇ δεῖ πρῶτον τὸ τοιοῦτον διαλαβεῖν. θυμῷ γὰρ δὴ πέπρακται καὶ τοῖς ὅσοι ἂν ἐξαίφνης μὲν καὶ ἀπροβουλεύτως τοῦ ἀποκτεῖναι πληγαῖς ἤ τινι τοιούτῳ διαφθείρωσί τινα παραχρῆμα τῆς ὁρμῆς γενομένης, μεταμέλειά τε εὐθὺς τοῦ πεπραγμένου γίγνηται, θυμῷ δὲ καὶ ὅσοι προπηλακισθέντες λόγοις ἢ καὶ ἀτίμοις ἔργοις, μεταδιώκοντες τὴν τιμωρίαν, ὕστερον ἀποκτείνωσί τινα βουληθέντες κτεῖναι καὶ τὸ πεπραγμένον αὐτοῖς ἀμεταμέλητον γίγνηται.