Book VIII
Section 847
ΑΘ. τοῦτʼ οὖν ἐν πόλει ὑπάρχον δεῖ πρῶτον γίγνεσθαι· μηδεὶς χαλκεύων ἅμα τεκταινέσθω, μηδʼ αὖ τεκταινόμενος χαλκευόντων ἄλλων ἐπιμελείσθω μᾶλλον ἢ τῆς αὑτοῦ τέχνης, πρόφασιν ἔχων ὡς πολλῶν οἰκετῶν ἐπιμελούμενος ἑαυτῷ δημιουργούντων, εἰκότως μᾶλλον ἐπιμελεῖται διʼ ἐκείνων διὰ τὸ τὴν πρόσοδον ἐκεῖθεν αὑτῷ πλείω γίγνεσθαι τῆς αὑτοῦ τέχνης, ἀλλʼ εἷς μίαν ἕκαστος τέχνην ἐν πόλει κεκτημένος ἀπὸ ταύτης ἅμα καὶ τὸ ζῆν κτάσθω. τοῦτον δὴ τὸν νόμον ἀστυνόμοι διαπονούμενοι σῳζόντων, καὶ τὸν μὲν ἐπιχώριον, ἐὰν εἴς τινα τέχνην ἀποκλίνῃ μᾶλλον ἢ τὴν τῆς ἀρετῆς ἐπιμέλειαν, κολαζόντων ὀνείδεσί τε καὶ ἀτιμίαις, μέχριπερ ἂν κατευθύνωσιν εἰς τὸν αὑτοῦ δρόμον, ξένων δὲ ἄν τις ἐπιτηδεύῃ δύο τέχνας, δεσμοῖσί τε καὶ χρημάτων ζημίαις καὶ ἐκβολαῖς ἐκ τῆς πόλεως κολάζοντες, ἀναγκαζόντων ἕνα μόνον ἀλλὰ μὴ πολλοὺς εἶναι. μισθῶν δὲ αὐτοῖς πέρι καὶ τῶν ἀναιρέσεων τῶν ἔργων, καὶ ἐάν τις αὐτοὺς ἕτερος ἢ ʼκεῖνοί τινα ἄλλον ἀδικῶσι, μέχρι δραχμῶν πεντήκοντα ἀστυνόμοι διαδικαζόντων, τὸ δὲ πλέον τούτου τὰ κοινὰ δικαστήρια διακρινόντων κατὰ νόμον.τέλος δὲ ἐν τῇ πόλει μηδένα μηδὲν τελεῖν μήτε ἐξαγομένων χρημάτων μήτʼ εἰσαγομένων· λιβανωτὸν δὲ καὶ ὅσα πρὸς θεοὺς τὰ τοιαῦτα ἐστὶν ξενικὰ θυμιάματα, καὶ πορφύραν καὶ ὅσα βαπτὰ χρώματα, μὴ φερούσης τῆς χώρας, ἢ περί τινα ἄλλην τέχνην δεομένην ξενικῶν τινων εἰσαγωγίμων μηδενὸς ἀναγκαίου χάριν μήτε τις ἀγέτω, μήτε αὖ τῶν ἐν τῇ χώρᾳ ἀναγκαίων ἐμμένειν ἐξαγέτω· τούτων δʼ αὖ πάντων ἐπιγνώμονας εἶναι καὶ ἐπιμελητὰς τῶν νομοφυλάκων, πέντε ἀφαιρεθέντων τῶν πρεσβυτέρων, τοὺς ἑξῆς δώδεκα. περὶ δὲ ὅπλων καὶ ὅσα περὶ τὸν πόλεμον ἅπαντα ὄργανα, ἐάν τινος ἢ τέχνης εἰσαγωγίμου δέῃ γίγνεσθαι ἢ φυτοῦ ἢ μεταλλευτικοῦ κτήματος ἢ δεσμευτικοῦ ἢ ζῴων τινῶν ἕνεκα τῆς τοιαύτης χρείας, ἵππαρχοι καὶ στρατηγοὶ τούτων ἔστωσαν κύριοι εἰσαγωγῆς τε καὶ ἐξαγωγῆς, διδούσης τε ἅμα καὶ δεχομένης τῆς πόλεως, νόμους δὲ περὶ τούτων νομοφύλακες τοὺς πρέποντάς τε καὶ ἱκανοὺς θήσουσι· καπηλείαν δὲ ἕνεκα χρηματισμῶν μήτε οὖν τούτου μήτε ἄλλου μηδενὸς ἐν τῇ χώρᾳ ὅλῃ καὶ πόλει ἡμῖν γίγνεσθαι.τροφῆς δὲ καὶ διανομῆς τῶν ἐκ τῆς χώρας ἐγγὺς τῆς τοῦ Κρητικοῦ νόμου ἔοικεν ὀρθότης ἄν τις γιγνομένη κατὰ τρόπον γίγνεσθαι. δώδεκα μὲν γὰρ δὴ μέρη τὰ πάντα ἐκ τῆς χώρας γιγνόμενα νέμειν χρεὼν πάντας, ᾗπερ καὶ ἀναλωτέα·