Book VIII

ΑΘ.τότε καὶ τοὺς μουσικῆς ἀγῶνας χρὴ προσδοκᾶν κατὰ μέρος ἀγωνιεῖσθαι ταχθέντας ὑπό τε ἀθλοθετῶν καὶ τοῦ παιδευτοῦ τῶν νέων καὶ τῶν νομοφυλάκων, εἰς κοινὸν περὶ αὐτῶν τούτων συνελθόντων καὶ γενομένων νομοθετῶν αὐτῶν, τοῦ τε πότε καὶ τίνες καὶ μετὰ τίνων τοὺς ἀγῶνας ποιήσονται περὶ ἁπάντων χορῶν καὶ χορείας. οἷα δὲ ἕκαστα αὐτῶν εἶναι δεῖ κατὰ λόγον καὶ κατʼ ᾠδὰς καὶ καθʼ ἁρμονίας ῥυθμοῖς κραθείσας καὶ ὀρχήσεσι, πολλάκις εἴρηται τῷ πρώτῳ νομοθέτῃ, καθʼ ἃ τοὺς δευτέρους δεῖ μεταδιώκοντας νομοθετεῖν, καὶ τοὺς ἀγῶνας πρεπόντως ἑκάστοις θύμασιν ἐν χρόνοις προσήκουσι νείμαντας, ἑορτὰς ἀποδοῦναι τῇ πόλει ἑορτάζειν. ταῦτα μὲν οὖν καὶ ἄλλα τοιαῦτα οὔτε χαλεπὸν γνῶναι τίνα τρόπον χρὴ τάξεως ἐννόμου λαγχάνειν, οὐδʼ αὖ μετατιθέμενα ἔνθα ἢ ἔνθα μέγα τῇ πόλει κέρδος ἢ ζημίαν ἂν φέροι· ἃ δὲ μὴ σμικρὸν διαφέρει, πείθειν τε χαλεπόν, θεοῦ μὲν μάλιστα ἔργον, εἴ πως οἷόν τε ἦν ἐπιτάξεις αὐτὰς παρʼ ἐκείνου γίγνεσθαι, νῦν δὲ ἀνθρώπου τολμηροῦ κινδυνεύει δεῖσθαί τινος, ὃς παρρησίαν διαφερόντως τιμῶν ἐρεῖ τὰ δοκοῦντα ἄριστʼ εἶναι πόλει καὶ πολίταις, ἐν ψυχαῖς διεφθαρμέναις τὸ πρέπον καὶ ἑπόμενον πάσῃ τῇ πολιτείᾳ τάττων, ἐναντία λέγων ταῖς μεγίσταισιν ἐπιθυμίαις καὶ οὐκ ἔχων βοηθὸν ἄνθρωπον οὐδένα, λόγῳ ἑπόμενος μόνῳ μόνος.

ΚΛ. τίνʼ αὖ νῦν, ὦ ξένε, λόγον λέγομεν; οὐ γάρ πω μανθάνομεν.

ΑΘ. εἰκότως γε· ἀλλὰ δὴ πειράσομαι ἐγὼ φράζειν ὑμῖν ἔτι σαφέστερον. ὡς γὰρ εἰς παιδείαν ἦλθον τῷ λόγῳ, εἶδον νέους τε καὶ νέας ὁμιλοῦντας φιλοφρόνως ἀλλήλοις· εἰσῆλθεν δή με, οἷον εἰκός, φοβηθῆναι, συννοήσαντα τί τις χρήσεται τῇ τοιαύτῃ πόλει ἐν ᾗ δὴ νέοι μὲν νέαι τε εὐτρεφεῖς εἰσί, πόνων δὲ σφοδρῶν καὶ ἀνελευθέρων, οἳ μάλιστα ὕβριν σβεννύασιν, ἀργοί, θυσίαι δὲ καὶ ἑορταὶ καὶ χοροὶ πᾶσιν μέλουσιν διὰ βίου. τίνα δή ποτε τρόπον ἐν ταύτῃ τῇ πόλει ἀφέξονται τῶν πολλοὺς δὴ πολλὰ ἐπιθυμιῶν εἰς ἔσχατα βαλλουσῶν, ὧν ἂν ὁ λόγος προστάττῃ ἀπέχεσθαι, νόμος ἐπιχειρῶν γίγνεσθαι;