Book VIII
Section 833
ΑΘ. ἔστι γοῦν πάντων πολεμικώτατον ἡ σώματος ὀξύτης πάντως, ἡ μὲν ἀπὸ τῶν ποδῶν, ἡ δὲ καὶ ἀπὸ τῶν χειρῶν· φυγεῖν μὲν καὶ ἑλεῖν ἡ τῶν ποδῶν, ἡ δʼ ἐν ταῖς συμπλοκαῖς μάχη καὶ σύστασις ἰσχύος καὶ ῥώμης δεομένη.
ΚΛ. τί μήν;
ΑΘ. οὐ μὴν χωρίς γε ὅπλων οὐδετέρα τὴν μεγίστην ἔχει χρείαν.
ΚΛ. πῶς γὰρ ἄν;
ΑΘ. σταδιοδρόμον δὴ πρῶτον ὁ κῆρυξ ἡμῖν, καθάπερ νῦν, ἐν τοῖς ἀγῶσι παρακαλεῖ, ὁ δὲ εἴσεισιν ὅπλα ἔχων· ψιλῷ δὲ ἆθλα οὐ θήσομεν ἀγωνιστῇ. πρῶτος δὲ εἴσεισιν ὁ τὸ στάδιον ἁμιλλησόμενος σὺν τοῖς ὅπλοις, δεύτερος δὲ ὁ τὸν δίαυλον, καὶ τρίτος ὁ τὸν ἐφίππιον, καὶ δὴ καὶ τέταρτος ὁ τὸν δόλιχον, καὶ πέμπτος δὲ ὃν ἀφήσομεν πρῶτον ὡπλισμένον, ἑξήκοντα μὲν σταδίων μῆκος πρὸς ἱερὸν Ἄρεώς τι καὶ πάλιν, βαρύτερον, ὁπλίτην ἐπονομάζοντες, λειοτέρας ὁδοῦ διαμιλλώμενον, τὸν δὲ ἄλλον, τοξότην πᾶσαν τοξικὴν ἔχοντα στολήν, σταδίων δὲ ἑκατὸν πρὸς Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος ἱερὸν τὴν διʼ ὀρῶν τε καὶ παντοίας χώρας ἁμιλλώμενον· καὶ τιθέντες τὸν ἀγῶνα μενοῦμεν τούτους, ἕως ἂν ἔλθωσι, καὶ τῷ νικῶντι τὰ νικητήρια δώσομεν ἑκάστων.
ΚΛ. ὀρθῶς.
ΑΘ. τριττὰ δὴ ταῦτα ἀθλήματα διανοηθῶμεν, ἓν μὲν παιδικόν, ἓν δὲ ἀγενείων, ἓν δὲ ἀνδρῶν· καὶ τοῖς μὲν τῶν ἀγενείων τὰ δύο τῶν τριῶν τοῦ μήκους τοῦ δρόμου θήσομεν, τοῖς δὲ παισὶ τὰ τούτων ἡμίσεα, τοξόταις τε καὶ ὁπλίταις ἁμιλλωμένοις, γυναιξὶν δέ, κόραις μὲν ἀνήβοις γυμναῖς στάδιον καὶ δίαυλον καὶ ἐφίππιον καὶ δόλιχον, ἐν αὐτῷ τῷ δρόμῳ ἁμιλλωμέναις, ταῖς δὲ τριακαιδεκέτεσι μέχρι γάμου μενούσαις κοινωνίας μὴ μακρότερον εἴκοσι ἐτῶν μηδʼ ἔλαττον ὀκτωκαίδεκα· πρεπούσῃ δὲ στολῇ ταύτας ἐσταλμένας καταβατέον ἐπὶ τὴν ἅμιλλαν τούτων τῶν δρόμων. καὶ τὰ μὲν περὶ δρόμους ἀνδράσι τε καὶ γυναιξὶ ταῦτα ἔστω· τὰ δὲ κατʼ ἰσχύν, ἀντὶ μὲν πάλης καὶ τῶν τοιούτων, τὰ νῦν ὅσα βαρέα, τὴν ἐν τοῖς ὅπλοις μάχην, ἕνα τε πρὸς ἕνα διαμαχομένους καὶ δύο πρὸς δύο, καὶ μέχρι δέκα πρὸς δέκα διαμιλλωμένους ἀλλήλοις.