Book VII
Section 823
ΑΘ.τελεώτερον δὲ ὧδε εἰρημένον, ὡς ἄρα ὃς ἂν τοῖς τοῦ νομοθέτου νομοθετοῦντός τε καὶ ἐπαινοῦντος καὶ ψέγοντος πειθόμενος γράμμασιν διεξέλθῃ τὸν βίον ἄκρατον. οὗτος ὅ τε λόγος ὀρθότατος εἰς ἔπαινον πολίτου, τόν τε νομοθέτην ὄντως δεῖ μὴ μόνον γράφειν τοὺς νόμους, πρὸς δὲ τοῖς νόμοις, ὅσα καλὰ αὐτῷ δοκεῖ καὶ μὴ καλὰ εἶναι, νόμοις ἐμπεπλεγμένα γράφειν, τὸν δὲ ἄκρον πολίτην μηδὲν ἧττον ταῦτα ἐμπεδοῦν ἢ τὰ ταῖς ζημίαις ὑπὸ νόμων κατειλημμένα. τὸ δὲ δὴ παρὸν ἡμῖν τὰ νῦν εἰ οἷον μάρτυρα ἐπαγόμεθα, δηλοῖμεν ἂν ὃ βουλόμεθα μᾶλλον. θήρα γὰρ πάμπολύ τι πρᾶγμά ἐστι, περιειλημμένον ὀνόματι νῦν σχεδὸν ἑνί. πολλὴ μὲν γὰρ ἡ τῶν ἐνύδρων, πολλὴ δὲ ἡ τῶν πτηνῶν, πάμπολυ δὲ καὶ τὸ περὶ τὰ πεζὰ θηρεύματα, οὐ μόνον θηρίων, ἀλλὰ καὶ τὴν τῶν ἀνθρώπων ἀξίαν ἐννοεῖν θήραν, τήν τε κατὰ πόλεμον, πολλὴ δὲ καὶ ἡ κατὰ φιλίαν θηρεύουσα, ἡ μὲν ἔπαινον, ἡ δὲ ψόγον ἔχει· καὶ κλωπεῖαι καὶ λῃστῶν καὶ στρατοπέδων στρατοπέδοις θῆραι. θήρας δὲ πέρι τιθέντι τῷ νομοθέτῃ τοὺς νόμους οὔτε μὴ δηλοῦν ταῦθʼ οἷόν τε, οὔτε ἐπὶ πᾶσιν τάξεις καὶ ζημίας ἐπιτιθέντα ἀπειλητικὰ νόμιμα τιθέναι. τί δὴ δραστέον περὶ τὰ τοιαῦτα; τὸν μέν, τὸν νομοθέτην, ἐπαινέσαι καὶ ψέξαι χρεὼν τὰ περὶ θήρας πρὸς τοὺς τῶν νέων πόνους τε καὶ ἐπιτηδεύματα, τὸν δʼ αὖ νέον ἀκούσαντα πείθεσθαι, καὶ μήθʼ ἡδονὴν μήτε πόνον ἐξείργειν αὐτόν, τῶν δὲ περὶ ἕκαστα ἀπειληθέντων μετὰ ζημίας καὶ νομοθετηθέντων, τὰ μετʼ ἐπαίνου ῥηθέντα μᾶλλον τιμᾶν καὶ προσταχθέντα ἀποτελεῖν.τούτων δὴ προρρηθέντων, ἑξῆς ἂν γίγνοιτο ἔμμετρος ἔπαινος θήρας καὶ ψόγος, ἥτις μὲν βελτίους ἀποτελεῖ τὰς ψυχὰς τῶν νέων ἐπαινοῦντος, ψέγοντος δὲ ἣ τἀναντία. λέγωμεν τοίνυν τὸ μετὰ τοῦτο ἑξῆς προσαγορεύοντες διʼ εὐχῆς τοὺς νέους· ὦ φίλοι, εἴθʼ ὑμᾶς μήτε τις ἐπιθυμία μήτʼ ἔρως τῆς περὶ θάλατταν θήρας ποτὲ λάβοι μηδὲ ἀγκιστρείας μηδʼ ὅλως τῆς τῶν ἐνύδρων ζῴων, μήτε ἐγρηγορόσιν μήτε εὕδουσιν κύρτοις ἀργὸν θήραν διαπονουμένοις.