Book VII

ΑΘ. ἀλλὰ ταῦτα μὲν οὕτω περὶ τῆς μουσικῆς ἡμῖν ὁ παιδευτὴς ἐπιμελείσθω· τὰ δὲ μελῶν αὐτῶν αὖ καὶ ῥημάτων, οἷα τοὺς χοροδιδασκάλους καὶ ἃ δεῖ διδάσκειν, καὶ ταῦτα ἡμῖν ἐν τοῖς πρόσθεν διείρηται πάντα, ἃ δὴ καθιερωθέντα ἔφαμεν δεῖν, ταῖς ἑορταῖς ἕκαστα ἁρμόττοντα, ἡδονὴν εὐτυχῆ ταῖς πόλεσιν παραδιδόντα ὠφελεῖν.

ΚΛ. ἀληθῆ καὶ ταῦτα διείρηκας.

ΑΘ. ἀληθέστατα τοίνυν. καὶ ταῦθʼ ἡμῖν παραλαβὼν ὁ περὶ τὴν μοῦσαν ἄρχων αἱρεθεὶς ἐπιμελείσθω μετὰ τύχης εὐμενοῦς, ἡμεῖς δὲ ὀρχήσεώς τε πέρι καὶ ὅλης τῆς περὶ τὸ σῶμα γυμναστικῆς πρὸς τοῖς ἔμπροσθεν εἰρημένοις ἀποδῶμεν· καθάπερ μουσικῆς τὸ διδασκαλικὸν ὑπόλοιπον ὂν ἀπέδομεν, ὡσαύτως ποιῶμεν καὶ γυμναστικῆς. τοὺς γὰρ παῖδάς τε καὶ τὰς παῖδας ὀρχεῖσθαι δὴ δεῖ καὶ γυμνάζεσθαι μανθάνειν· ἦ γάρ;

ΚΛ. ναί.

ΑΘ. τοῖς μὲν τοίνυν παισὶν ὀρχησταί, ταῖς δὲ ὀρχηστρίδες ἂν εἶεν πρὸς τὸ διαπονεῖν οὐκ ἀνεπιτηδειότερον.

ΚΛ. ἔστω δὴ ταύτῃ.

ΑΘ. πάλιν δὴ τὸν τὰ πλεῖστα ἕξοντα πράγματα καλῶμεν, τὸν τῶν παίδων ἐπιμελητήν, ὃς τῶν τε περὶ μουσικὴν τῶν τε περὶ γυμναστικὴν ἐπιμελούμενος οὐ πολλὴν ἕξει σχολήν.

ΚΛ. πῶς οὖν δυνατὸς ἔσται πρεσβύτερος ὢν τοσούτων ἐπιμελεῖσθαι;

ΑΘ. ῥᾳδίως, ὦ φίλε. ὁ νόμος γὰρ αὐτῷ δέδωκεν καὶ δώσει προσλαμβάνειν εἰς ταύτην τὴν ἐπιμέλειαν τῶν πολιτῶν ἀνδρῶν καὶ γυναικῶν οὓς ἂν ἐθέλῃ, γνώσεται δὲ οὓς δεῖ, καὶ βουλήσεται μὴ πλημμελεῖν εἰς ταῦτα, αἰδούμενος ἐμφρόνως καὶ γιγνώσκων τῆς ἀρχῆς τὸ μέγεθος, λογισμῷ τε συνὼν ὡς εὖ μὲν τραφέντων καὶ τρεφομένων τῶν νέων πάντα ἡμῖν κατʼ ὀρθὸν πλεῖ, μὴ δέ—οὔτʼ εἰπεῖν ἄξιον οὔθʼ ἡμεῖς λέγομεν ἐπὶ καινῇ πόλει τοὺς σφόδρα φιλομαντευτὰς σεβόμενοι. πολλὰ μὲν οὖν ἡμῖν καὶ περὶ τούτων εἴρηται, τῶν περὶ τὰς ὀρχήσεις καὶ περὶ πᾶσαν τὴν τῶν γυμνασίων κίνησιν· γυμνάσια γὰρ τίθεμεν καὶ τὰ περὶ τὸν πόλεμον ἅπαντα τοῖς σώμασι διαπονήματα τοξικῆς τε καὶ πάσης ῥίψεως καὶ πελταστικῆς καὶ πάσης ὁπλομαχίας καὶ διεξόδων τακτικῶν καὶ ἁπάσης πορείας στρατοπέδων καὶ στρατοπεδεύσεων καὶ ὅσα εἰς ἱππικὴν μαθήματα συντείνει.