Book VII
Section 807
ΑΘ. ἄρχουσιν δὲ καὶ ἀρχούσαις εἴη προστεταγμένα λύειν ταῦτα ἑκάστοις τὰ συσσίτια πάντα, καθʼ ἑκάστην ἡμέραν θεασαμένους καὶ ἰδόντας τὴν διαγωγὴν τὴν τῶν συσσίτων, μετὰ δὲ ταῦτα σπείσαντας τόν τε ἄρχοντα καὶ τοὺς ἄλλους οἷς ἂν τυγχάνῃ θεοῖς ἡ τότε νύξ τε καὶ ἡμέρα καθιερωμένη, κατὰ ταῦτα οὕτως οἴκαδε πορεύεσθαι; τοῖς δὴ ταύτῃ κεκοσμημένοις ἆρα οὐδὲν λειπόμενόν ἐστιν ἀναγκαῖόν τε ἔργον καὶ παντάπασι προσῆκον, ἀλλʼ ἐν τρόπῳ βοσκήματος ἕκαστον πιαινόμενον αὐτῶν δεῖ ζῆν; οὔκουν τό γε δίκαιόν φαμεν οὐδὲ καλόν, οὐδʼ οἷόν τε τὸν ζῶντα οὕτως ἀτυχῆσαι τοῦ προσήκοντος, προσήκει δὲ ἀργῷ καὶ ῥᾳθύμως καταπεπιασμένῳ ζῴῳ σχεδὸν ὑπʼ ἄλλου διαρπασθῆναι ζῴου τῶν σφόδρα τετρυχωμένων μετὰ ἀνδρείας τε ἅμα καὶ τῶν πόνων. ταῦτα οὖν δὴ διʼ ἀκριβείας μὲν ἱκανῆς, ὡς καὶ νῦν, εἰ ζητοῖμεν ἄν, ἴσως οὐκ ἄν ποτε γένοιτο, μέχριπερ ἂν γυναῖκές τε καὶ παῖδες οἰκήσεις τε ἴδιαι καὶ ἰδίως ἅπαντʼ ᾖ τὰ τοιαῦτα ἑκάστοις ἡμῶν κατεσκευασμένα· τὰ δὲ μετʼ ἐκεῖνʼ αὖ δεύτερα τὰ νῦν λεγόμενα εἰ γίγνοιτο ἡμῖν, γίγνοιτο ἂν καὶ μάλα μετρίως. ἔργον δὲ δὴ τοῖς οὕτω ζῶσίν φαμεν οὐ τὸ σμικρότατον οὐδὲ τὸ φαυλότατον λείπεσθαι, μέγιστον δὲ πάντων εἶναι προστεταγμένον ὑπὸ δικαίου νόμου· τοῦ γὰρ πᾶσαν τῶν ἄλλων πάντων ἔργων βίου ἀσχολίαν παρασκευάζοντος, τοῦ Πυθιάδος τε καὶ Ὀλυμπιάδος νίκης ὀρεγομένου, διπλασίας τε καὶ ἔτι πολλῷ πλέονος ἀσχολίας ἐστὶν γέμων ὁ περὶ τὴν τοῦ σώματος πάντως καὶ ψυχῆς εἰς ἀρετῆς ἐπιμέλειαν βίος εἰρημένος ὀρθότατα. πάρεργον γὰρ οὐδὲν δεῖ τῶν ἄλλων ἔργων διακώλυμα γίγνεσθαι τῶν τῷ σώματι προσηκόντων εἰς ἀπόδοσιν πόνων καὶ τροφῆς, οὐδʼ αὖ ψυχῇ μαθημάτων τε καὶ ἐθῶν, πᾶσα δὲ νύξ τε καὶ ἡμέρα σχεδὸν οὐκ ἔστιν ἱκανὴ τοῦτʼ αὐτὸ πράττοντι τὸ τέλεόν τε καὶ ἱκανὸν αὐτῶν ἐκλαμβάνειν· οὕτω δὴ τούτων πεφυκότων, τάξιν δεῖ γίγνεσθαι πᾶσιν τοῖς ἐλευθέροις τῆς διατριβῆς περὶ τὸν χρόνον ἅπαντα, σχεδὸν ἀρξάμενον ἐξ ἕω μέχρι τῆς ἑτέρας ἀεὶ συνεχῶς ἕω τε καὶ ἡλίου ἀνατολῆς. πολλὰ μὲν οὖν καὶ πυκνὰ καὶ σμικρὰ λέγων ἄν τις νομοθέτης ἀσχήμων φαίνοιτο περὶ τῶν κατʼ οἰκίαν διοικήσεων, τά τε ἄλλα καὶ ὅσα νύκτωρ ἀυπνίας πέρι πρέπει τοῖς μέλλουσιν διὰ τέλους φυλάξειν πᾶσαν πόλιν ἀκριβῶς.