Book VII
Section 797
ΑΘ. ἀκούσατε δέ μου, προακηκοότες μὲν καὶ ἐν τοῖς πρόσθεν· ὅμως δὲ τό γε σφόδρα ἄτοπον καὶ ἄηθες διευλαβεῖσθαι δεῖ λέγοντα καὶ ἀκούοντα, καὶ δὴ καὶ νῦν. ἐρῶ μὲν γὰρ ἐγὼ λόγον οὐκ ἄφοβον εἰπεῖν, ὅμως δέ πῃ θαρρήσας οὐκ ἀποστήσομαι.
ΚΛ. τίνα δὴ τοῦτον, ὦ ξένε, λέγεις;
ΑΘ. φημὶ κατὰ πάσας πόλεις τὸ τῶν παιδιῶν γένος ἠγνοῆσθαι σύμπασιν ὅτι κυριώτατόν ἐστι περὶ θέσεως νόμων, ἢ μονίμους εἶναι τοὺς τεθέντας ἢ μή. ταχθὲν μὲν γὰρ αὐτὸ καὶ μετασχὸν τοῦ τὰ αὐτὰ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ τοὺς αὐτοὺς παίζειν τε καὶ εὐθυμεῖσθαι τοῖς αὐτοῖς παιγνίοις, ἐᾷ καὶ τὰ σπουδῇ κείμενα νόμιμα μένειν ἡσυχῇ, κινούμενα δὲ τὰ αὐτὰ καὶ καινοτομούμενα, μεταβολαῖς τε ἄλλαις ἀεὶ χρώμενα, καὶ μηδέποτε ταὐτὰ φίλα προσαγορευόντων τῶν νέων, μήτʼ ἐν σχήμασιν τοῖς τῶν αὑτῶν σωμάτων μήτε ἐν τοῖς ἄλλοις σκεύεσιν ὁμολογουμένως αὐτοῖς ἀεὶ κεῖσθαι τό τʼ εὔσχημον καὶ ἄσχημον, ἀλλὰ τόν τι νέον ἀεὶ καινοτομοῦντα καὶ εἰσφέροντα τῶν εἰωθότων ἕτερον κατά τε σχήματα καὶ χρώματα καὶ πάντα ὅσα τοιαῦτα, τοῦτον τιμᾶσθαι διαφερόντως, τούτου πόλει λώβην οὐκ εἶναι μείζω φαῖμεν ἂν ὀρθότατα λέγοντες· λανθάνειν γὰρ τῶν νέων τὰ ἤθη μεθιστάντα καὶ ποιεῖν τὸ μὲν ἀρχαῖον παρʼ αὐτοῖς ἄτιμον, τὸ δὲ νέον ἔντιμον. τούτου δὲ πάλιν αὖ λέγω τοῦ τε ῥήματος καὶ τοῦ δόγματος οὐκ εἶναι ζημίαν μείζω πάσαις πόλεσιν· ἀκούσατε δὲ ὅσον φημὶ αὔτʼ εἶναι κακόν.
ΚΛ. ἦ τὸ ψέγεσθαι τὴν ἀρχαιότητα λέγεις ἐν ταῖς πόλεσιν;
ΑΘ. πάνυ μὲν οὖν.
ΚΛ. οὐ φαύλους τοίνυν ἡμᾶς ἂν ἀκροατὰς πρὸς αὐτὸν τὸν λόγον ἔχοις ἂν τοῦτον, ἀλλʼ ὡς δυνατὸν εὐμενεστάτους.
ΑΘ. εἰκὸς γοῦν.
ΚΛ. λέγε μόνον.
ΑΘ. ἴτε δή, μειζόνως αὐτὸν ἀκούσωμέν τε ἡμῶν αὐτῶν καὶ πρὸς ἀλλήλους οὕτως εἴπωμεν. μεταβολὴν γὰρ δὴ πάντων πλὴν κακῶν πολὺ σφαλερώτατον εὑρήσομεν ἐν ὥραις πάσαις, ἐν πνεύμασιν, ἐν διαίταις σωμάτων, ἐν τρόποις ψυχῶν, ἐν ὡς ἔπος εἰπεῖν οὐ τοῖς μέν, τοῖς δʼ οὔ, πλήν, ὅτιπερ εἶπον νυνδή, κακοῖς· ὥστε, εἴ τις ἀποβλέψειε πρὸς σώματα, ὡς πᾶσι μὲν σιτίοις, πᾶσι δʼ αὖ ποτοῖς καὶ πόνοις συνήθη γιγνόμενα, καὶ τὸ πρῶτον ταραχθέντα ὑπʼ αὐτῶν, ἔπειτʼ ἐξ αὐτῶν τούτων ὑπὸ χρόνου σάρκας φύσαντα οἰκείας τούτοις, φίλα τε καὶ συνήθη καὶ γνώριμα γενόμενα ἁπάσῃ ταύτῃ τῇ διαίτῃ πρὸς ἡδονὴν καὶ ὑγίειαν ἄριστα διάγει,