Book VII
Section 790
ΑΘ. εἰς δύναμιν δὲ ἰσχυρὰς αὐτὰς εἶναι χρεὼν καὶ μὴ μίαν; ἐπὶ δὲ τούτοις ἑκάστοις, ἂν μὴ γίγνηται, ζημίαν τοῖς μὴ ποιοῦσι γράφωμεν; ἢ πολλοῦ γε δεῖ; τὸ γὰρ ἄρτι ῥηθὲν γίγνοιτʼ ἂν πολὺ καὶ ἄφθονον.
ΚΛ. τὸ ποῖον;
ΑΘ. τὸ γέλωτα ἂν πολὺν ὀφλεῖν ἡμᾶς πρὸς τῷ μὴ ἐθέλειν ἂν πείθεσθαι γυναικεῖά τε καὶ δούλεια ἤθη τροφῶν.
ΚΛ. ἀλλὰ τίνος δὴ χάριν ἔφαμεν αὐτὰ δεῖν ῥηθῆναι;
ΑΘ. τοῦδε· τὰ τῶν δεσποτῶν τε καὶ ἐλευθέρων ἐν ταῖς πόλεσιν ἤθη τάχʼ ἂν ἀκούσαντα εἰς σύννοιαν ἀφίκοιτʼ ἂν τὴν ὀρθήν, ὅτι χωρὶς τῆς ἰδίας διοικήσεως ἐν ταῖς πόλεσιν ὀρθῆς γιγνομένης μάτην ἂν τὰ κοινά τις οἴοιτο ἕξειν τινὰ βεβαιότητα θέσεως νόμων, καὶ ταῦτα ἐννοῶν, αὐτὸς νόμοις ἂν τοῖς νῦν ῥηθεῖσιν χρῷτο, καὶ χρώμενος, εὖ τήν τε οἰκίαν καὶ πόλιν ἅμα τὴν αὑτοῦ διοικῶν, εὐδαιμονοῖ.
ΚΛ. καὶ μάλʼ εἰκότως εἴρηκας.
ΑΘ. τοιγαροῦν μήπω λήξωμεν τῆς τοιαύτης νομοθεσίας, πρὶν ἂν καὶ τὰ περὶ τὰς ψυχὰς τῶν πάνυ νέων παίδων ἐπιτηδεύματα ἀποδῶμεν κατὰ τὸν αὐτὸν τρόπον ὅνπερ ἤργμεθα τῶν περὶ τὰ σώματα μύθων λεχθέντων διαπεραίνειν.
ΚΛ. πάνυ μὲν οὖν ὀρθῶς.
ΑΘ. λάβωμεν τοίνυν τοῦτο οἷον στοιχεῖον ἐπʼ ἀμφότερα, σώματός τε καὶ ψυχῆς τῶν πάνυ νέων τὴν τιθήνησιν καὶ κίνησιν γιγνομένην ὅτι μάλιστα διὰ πάσης τε νυκτὸς καὶ ἡμέρας, ὡς ἔστι σύμφορος ἅπασι μέν, οὐχ ἥκιστα δὲ τοῖς ὅτι νεωτάτοισι, καὶ οἰκεῖν, εἰ δυνατὸν ἦν, οἷον ἀεὶ πλέοντας· νῦν δʼ ὡς ἐγγύτατα τούτου ποιεῖν δεῖ περὶ τὰ νεογενῆ παίδων θρέμματα. τεκμαίρεσθαι δὲ χρὴ καὶ ἀπὸ τῶνδε, ὡς ἐξ ἐμπειρίας αὐτὸ εἰλήφασι καὶ ἐγνώκασιν ὂν χρήσιμον αἵ τε τροφοὶ τῶν σμικρῶν καὶ αἱ περὶ τὰ τῶν Κορυβάντων ἰάματα τελοῦσαι· ἡνίκα γὰρ ἄν που βουληθῶσιν κατακοιμίζειν τὰ δυσυπνοῦντα τῶν παιδίων αἱ μητέρες, οὐχ ἡσυχίαν αὐτοῖς προσφέρουσιν ἀλλὰ τοὐναντίον κίνησιν, ἐν ταῖς ἀγκάλαις ἀεὶ σείουσαι, καὶ οὐ σιγὴν ἀλλά τινα μελῳδίαν, καὶ ἀτεχνῶς οἷον καταυλοῦσι τῶν παιδίων, καθάπερ ἡ τῶν ἐκφρόνων βακχειῶν ἰάσεις, ταύτῃ τῇ τῆς κινήσεως ἅμα χορείᾳ καὶ μούσῃ χρώμεναι.
ΚΛ. τίς οὖν αἰτία τούτων, ὦ ξένε, μάλιστʼ ἔσθʼ ἡμῖν;
ΑΘ. οὐ πάνυ χαλεπὴ γιγνώσκειν.
ΚΛ. πῶς δή;