Book VII

ΑΘ. γενομένων δὲ παίδων ἀρρένων καὶ θηλειῶν, τροφὴν μέν που καὶ παιδείαν τὸ μετὰ ταῦτα λέγειν ὀρθότατʼ ἂν γίγνοιθʼ ἡμῖν, ἣν εἶναι μὲν ἄρρητον πάντως ἀδύνατον, λεγομένη δὲ διδαχῇ τινι καὶ νουθετήσει μᾶλλον ἢ νόμοις εἰκυῖʼ ἂν ἡμῖν φαίνοιτο. ἰδίᾳ γὰρ καὶ κατʼ οἰκίας πολλὰ καὶ σμικρὰ καὶ οὐκ ἐμφανῆ πᾶσι γιγνόμενα, ῥᾳδίως ὑπὸ τῆς ἑκάστων λύπης τε καὶ ἡδονῆς καὶ ἐπιθυμίας ἕτερα παρὰ τὰς τοῦ νομοθέτου συμβουλὰς παραγενόμενα, παντοδαπὰ καὶ οὐχ ὅμοια ἀλλήλοις ἀπεργάζοιτʼ ἂν τὰ τῶν πολιτῶν ἤθη. τοῦτο δὲ κακὸν ταῖς πόλεσιν· καὶ γὰρ διὰ σμικρότητα αὐτῶν καὶ πυκνότητα ἐπιζήμια τιθέντα ποιεῖν νόμους ἀπρεπὲς ἅμα καὶ ἄσχημον, διαφθείρει δὲ καὶ τοὺς γραφῇ τεθέντας νόμους, ἐν τοῖς σμικροῖς καὶ πυκνοῖς ἐθισθέντων τῶν ἀνθρώπων παρανομεῖν. ὥστε ἀπορία μὲν περὶ αὐτὰ νομοθετεῖν, σιγᾶν δὲ ἀδύνατον. ἃ δὲ λέγω, δηλῶσαι πειρατέον οἷον δείγματα ἐξενεγκόντα εἰς φῶς· νῦν γὰρ λεγομένοις ἔοικε κατά τι σκότος.

ΚΛ. ἀληθέστατα λέγεις.

ΑΘ. οὐκοῦν ὅτι μὲν σώματα καὶ ψυχὰς τήν γε ὀρθὴν πάντως δεῖ τροφὴν φαίνεσθαι δυναμένην ὡς κάλλιστα καὶ ἄριστα ἐξεργάζεσθαι, τοῦτο μὲν ὀρθῶς εἴρηταί που.

ΚΛ. τί μήν;

ΑΘ. σώματα δὲ κάλλιστα, οἴομαι, τό γε ἁπλούστατον, ὡς ὀρθότατα δεῖ νέων ὄντων εὐθὺς φύεσθαι τῶν παίδων.

ΚΛ. πάνυ μὲν οὖν.

ΑΘ. τί δέ; τόδε οὐκ ἐννοοῦμεν, ὡς ἡ πρώτη βλάστη παντὸς ζῴου πολὺ μεγίστη καὶ πλείστη φύεται, ὥστε καὶ ἔριν πολλοῖς παρέσχηκεν μὴ γίγνεσθαι τά γʼ ἀνθρώπινα μήκη διπλάσια ἀπὸ πέντε ἐτῶν ἐν τοῖς λοιποῖς εἴκοσιν ἔτεσιν αὐξανόμενα;

ΚΛ. ἀληθῆ.