Section 290
ΙΠ. τί οὖν τοῦτο, ὦ Σώκρατες; τὸ γὰρ ὀρθῶς λεγόμενον ἀνάγκη αὐτῷ ἀποδέχεσθαι, ἢ μὴ ἀποδεχομένῳ καταγελάστῳ εἶναι.
ΣΩ. καὶ μὲν δὴ ταύτην γε τὴν ἀπόκρισιν, ὦ ἄριστε, οὐ μόνον οὐκ ἀποδέξεται, ἀλλὰ πάνυ με καὶ τωθάσεται, καὶ ἐρεῖ· ὦ τετυφωμένε σύ, Φειδίαν οἴει κακὸν εἶναι δημιουργόν;
καὶ ἐγὼ οἶμαι ἐρῶ ὅτι οὐδʼ ὁπωστιοῦν.
ΙΠ. καὶ ὀρθῶς γʼ ἐρεῖς, ὦ Σώκρατες.
ΣΩ. ὀρθῶς μέντοι. τοιγάρτοι ἐκεῖνος, ἐπειδὰν ἐγὼ ὁμολογῶ ἀγαθὸν εἶναι δημιουργὸν τὸν Φειδίαν, εἶτα,
φήσει, οἴει τοῦτο τὸ καλὸν ὃ σὺ λέγεις ἠγνόει Φειδίας;
καὶ ἐγώ· τί μάλιστα; φήσω. ὅτι,
ἐρεῖ, τῆς Ἀθηνᾶς τοὺς ὀφθαλμοὺς οὐ χρυσοῦς ἐποίησεν, οὐδὲ τὸ ἄλλο πρόσωπον οὐδὲ τοὺς πόδας οὐδὲ τὰς χεῖρας, εἴπερ χρυσοῦν γε δὴ ὂν κάλλιστον ἔμελλε φαίνεσθαι, ἀλλʼ ἐλεφάντινον· δῆλον ὅτι τοῦτο ὑπὸ ἀμαθίας ἐξήμαρτεν, ἀγνοῶν ὅτι χρυσὸς ἄρʼ ἐστὶν ὁ πάντα καλὰ ποιῶν, ὅπου ἂν προσγένηται.
ταῦτα οὖν λέγοντι τί ἀποκρινώμεθα, ὦ Ἱππία;
ΙΠ. οὐδὲν χαλεπόν· ἐροῦμεν γὰρ ὅτι ὀρθῶς ἐποίησε. καὶ γὰρ τὸ ἐλεφάντινον οἶμαι καλόν ἐστιν.
ΣΩ.τοῦ οὖν ἕνεκα,
φήσει, οὐ καὶ τὰ μέσα τῶν ὀφθαλμῶν ἐλεφάντινα ἠργάσατο, ἀλλὰ λίθινα, ὡς οἷόν τʼ ἦν ὁμοιότητα τοῦ λίθου τῷ ἐλέφαντι ἐξευρών; ἢ καὶ ὁ λίθος ὁ καλὸς καλόν ἐστι;
φήσομεν, ὦ Ἱππία;
ΙΠ. φήσομεν μέντοι, ὅταν γε πρέπων ᾖ.
ΣΩ.ὅταν δὲ μὴ πρέπων, αἰσχρόν;
ὁμολογῶ ἢ μή;
ΙΠ. ὁμολόγει, ὅταν γε μὴ πρέπῃ.
ΣΩ.τί δὲ δή; ὁ ἐλέφας καὶ ὁ χρυσός,
φήσει, ὦ σοφὲ σύ, οὐχ ὅταν μὲν πρέπῃ, καλὰ ποιεῖ φαίνεσθαι, ὅταν δὲ μή, αἰσχρά;
ἔξαρνοι ἐσόμεθα ἢ ὁμολογήσομεν αὐτῷ ὀρθῶς λέγειν αὐτόν;
ΙΠ. ὁμολογήσομεν τοῦτό γε, ὅτι ὃ ἂν πρέπῃ ἑκάστῳ, τοῦτο καλὸν ποιεῖ ἕκαστον.
ΣΩ.πότερον οὖν πρέπει,
φήσει, ὅταν τις τὴν χύτραν ἣν ἄρτι ἐλέγομεν, τὴν καλήν, ἕψῃ ἔτνους καλοῦ μεστήν, χρυσῆ τορύνη αὐτῇ ἢ συκίνη;
ΙΠ. Ἡράκλεις, οἷον λέγεις ἄνθρωπον, ὦ Σώκρατες. οὐ βούλει μοι εἰπεῖν τίς ἐστιν;
ΣΩ. οὐ γὰρ ἂν γνοίης, εἴ σοι εἴποιμι τοὔνομα.
ΙΠ. ἀλλὰ καὶ νῦν ἔγωγε γιγνώσκω, ὅτι ἀμαθής τίς ἐστιν.