Section 477
ΣΩ. οὐκοῦν εἴπερ καλά, ἀγαθά; ἢ γὰρ ἡδέα ἢ ὠφέλιμα.
ΠΩΛ. ἀνάγκη.
ΣΩ. ἀγαθὰ ἄρα πάσχει ὁ δίκην διδούς;
ΠΩΛ. ἔοικεν.
ΣΩ. ὠφελεῖται ἄρα;
ΠΩΛ. ναί.
ΣΩ. ἆρα ἥνπερ ἐγὼ ὑπολαμβάνω τὴν ὠφελίαν; βελτίων τὴν ψυχὴν γίγνεται, εἴπερ δικαίως κολάζεται;
ΠΩΛ. εἰκός γε.
ΣΩ. κακίας ἄρα ψυχῆς ἀπαλλάττεται ὁ δίκην διδούς;
ΠΩΛ. ναί.
ΣΩ. ἆρα οὖν τοῦ μεγίστου ἀπαλλάττεται κακοῦ; ὧδε δὲ σκόπει· ἐν χρημάτων κατασκευῇ ἀνθρώπου κακίαν ἄλλην τινὰ ἐνορᾷς ἢ πενίαν;
ΠΩΛ. οὔκ, ἀλλὰ πενίαν.
ΣΩ. τί δʼ ἐν σώματος κατασκευῇ; κακίαν ἂν φήσαις ἀσθένειαν εἶναι καὶ νόσον καὶ αἶσχος καὶ τὰ τοιαῦτα;
ΠΩΛ. ἔγωγε.
ΣΩ. οὐκοῦν καὶ ἐν ψυχῇ πονηρίαν ἡγῇ τινα εἶναι;
ΠΩΛ. πῶς γὰρ οὔ;
ΣΩ. ταύτην οὖν οὐκ ἀδικίαν καλεῖς καὶ ἀμαθίαν καὶ δειλίαν καὶ τὰ τοιαῦτα;
ΠΩΛ. πάνυ μὲν οὖν.
ΣΩ. οὐκοῦν χρημάτων καὶ σώματος καὶ ψυχῆς, τριῶν ὄντων, τριττὰς εἴρηκας πονηρίας, πενίαν, νόσον, ἀδικίαν;
ΠΩΛ. ναί.
ΣΩ. τίς οὖν τούτων τῶν πονηριῶν αἰσχίστη; οὐχ ἡ ἀδικία καὶ συλλήβδην ἡ τῆς ψυχῆς πονηρία;
ΠΩΛ. πολύ γε.
ΣΩ. εἰ δὴ αἰσχίστη, καὶ κακίστη;
ΠΩΛ. πῶς, ὦ Σώκρατες, λέγεις;
ΣΩ. ὡδί· ἀεὶ τὸ αἴσχιστον ἤτοι λύπην μεγίστην παρέχον ἢ βλάβην ἢ ἀμφότερα αἴσχιστόν ἐστιν ἐκ τῶν ὡμολογημένων ἐν τῷ ἔμπροσθεν.
ΠΩΛ. μάλιστα.
ΣΩ. αἴσχιστον δὲ ἀδικία καὶ σύμπασα ψυχῆς πονηρία νυνδὴ ὡμολόγηται ἡμῖν;
ΠΩΛ. ὡμολόγηται γάρ.
ΣΩ. οὐκοῦν ἢ ἀνιαρότατόν ἐστι καὶ ἀνίᾳ ὑπερβάλλον αἴσχιστον τούτων ἐστὶν ἢ βλάβῃ ἢ ἀμφότερα;
ΠΩΛ. ἀνάγκη.
ΣΩ. ἆρʼ οὖν ἀλγεινότερόν ἐστιν τοῦ πένεσθαι καὶ κάμνειν τὸ ἄδικον εἶναι καὶ ἀκόλαστον καὶ δειλὸν καὶ ἀμαθῆ;
ΠΩΛ. οὐκ ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ἀπὸ τούτων γε.
ΣΩ. ὑπερφυεῖ τινι ἄρα ὡς μεγάλῃ βλάβῃ καὶ κακῷ θαυμασίῳ ὑπερβάλλουσα τἆλλα ἡ τῆς ψυχῆς πονηρία αἴσχιστόν ἐστι πάντων, ἐπειδὴ οὐκ ἀλγηδόνι γε, ὡς ὁ σὸς λόγος.
ΠΩΛ. φαίνεται.
ΣΩ. ἀλλὰ μήν που τό γε μεγίστῃ βλάβῃ ὑπερβάλλον μέγιστον ἂν κακὸν εἴη τῶν ὄντων.
ΠΩΛ. ναί.
ΣΩ. ἡ ἀδικία ἄρα καὶ ἡ ἀκολασία καὶ ἡ ἄλλη ψυχῆς πονηρία μέγιστον τῶν ὄντων κακόν ἐστιν;
ΠΩΛ. φαίνεται.
ΣΩ. τίς οὖν τέχνη πενίας ἀπαλλάττει; οὐ χρηματιστική;
ΠΩΛ. ναί.
ΣΩ. τίς δὲ νόσου; οὐκ ἰατρική;