Section 462
ΣΩ. ἀλλὰ ἀντίθες τοι· σοῦ μακρὰ λέγοντος καὶ μὴ ἐθέλοντος τὸ ἐρωτώμενον ἀποκρίνεσθαι, οὐ δεινὰ ἂν αὖ ἐγὼ πάθοιμι, εἰ μὴ ἐξέσται μοι ἀπιέναι καὶ μὴ ἀκούειν σου; ἀλλʼ εἴ τι κήδῃ τοῦ λόγου τοῦ εἰρημένου καὶ ἐπανορθώσασθαι αὐτὸν βούλει, ὥσπερ νυνδὴ ἔλεγον, ἀναθέμενος ὅτι σοι δοκεῖ, ἐν τῷ μέρει ἐρωτῶν τε καὶ ἐρωτώμενος, ὥσπερ ἐγώ τε καὶ Γοργίας, ἔλεγχέ τε καὶ ἐλέγχου. φῂς γὰρ δήπου καὶ σὺ ἐπίστασθαι ἅπερ Γοργίας· ἢ οὔ;
ΠΩΛ. ἔγωγε.
ΣΩ. οὐκοῦν καὶ σὺ κελεύεις σαυτὸν ἐρωτᾶν ἑκάστοτε ὅτι ἄν τις βούληται, ὡς ἐπιστάμενος ἀποκρίνεσθαι;
ΠΩΛ. πάνυ μὲν οὖν.
ΣΩ. καὶ νῦν δὴ τούτων ὁπότερον βούλει ποίει, ἐρώτα ἢ ἀποκρίνου.
ΠΩΛ. ἀλλὰ ποιήσω ταῦτα. καί μοι ἀπόκριναι, ὦ Σώκρατες· ἐπειδὴ Γοργίας ἀπορεῖν σοι δοκεῖ περὶ τῆς ῥητορικῆς, σὺ αὐτὴν τίνα φῂς εἶναι;
ΣΩ. ἆρα ἐρωτᾷς ἥντινα τέχνην φημὶ εἶναι;
ΠΩΛ. ἔγωγε.
ΣΩ. οὐδεμία ἔμοιγε δοκεῖ, ὦ Πῶλε, ὥς γε πρὸς σὲ τἀληθῆ εἰρῆσθαι.
ΠΩΛ. ἀλλὰ τί σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι;
ΣΩ. πρᾶγμα ὃ φῂς σὺ ποιῆσαι τέχνην ἐν τῷ συγγράμματι ὃ ἐγὼ ἔναγχος ἀνέγνων.
ΠΩΛ. τί τοῦτο λέγεις;
ΣΩ. ἐμπειρίαν ἔγωγέ τινα.
ΠΩΛ. ἐμπειρία ἄρα σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι;
ΣΩ. ἔμοιγε, εἰ μή τι σὺ ἄλλο λέγεις.
ΠΩΛ. τίνος ἐμπειρία;
ΣΩ. χάριτός τινος καὶ ἡδονῆς ἀπεργασίας.
ΠΩΛ. οὐκοῦν καλόν σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι, χαρίζεσθαι οἷόν τε εἶναι ἀνθρώποις;
ΣΩ. τί δέ, ὦ Πῶλε; ἤδη πέπυσαι παρʼ ἐμοῦ ὅτι φημὶ αὐτὴν εἶναι, ὥστε τὸ μετὰ τοῦτο ἐρωτᾷς εἰ οὐ καλή μοι δοκεῖ εἶναι;
ΠΩΛ. οὐ γὰρ πέπυσμαι ὅτι ἐμπειρίαν τινὰ αὐτὴν φῂς εἶναι;
ΣΩ. βούλει οὖν, ἐπειδὴ τιμᾷς τὸ χαρίζεσθαι, σμικρόν τί μοι χαρίσασθαι;
ΠΩΛ. ἔγωγε.
ΣΩ. ἐροῦ νῦν με, ὀψοποιία ἥτις μοι δοκεῖ τέχνη εἶναι.
ΠΩΛ. ἐρωτῶ δή, τίς τέχνη ὀψοποιία;
ΣΩ. οὐδεμία, ὦ Πῶλε.
ΠΩΛ. ἀλλὰ τί; φάθι.
ΣΩ. φημὶ δή, ἐμπειρία τις.
ΠΩΛ. τίς; φάθι.
ΣΩ. φημὶ δή, χάριτος καὶ ἡδονῆς ἀπεργασίας, ὦ Πῶλε.
ΠΩΛ. ταὐτὸν ἄρʼ ἐστὶν ὀψοποιία καὶ ῥητορική;
ΣΩ. οὐδαμῶς γε, ἀλλὰ τῆς αὐτῆς μὲν ἐπιτηδεύσεως μόριον.
ΠΩΛ. τίνος λέγεις ταύτης;