Section 973
ΚΛ. πρὸς μὲν τὸ τῆς ὁμολογίας ἥκομεν ἅπαντες ὀρθῶς, ὦ ξένε, τρεῖς ὄντες, ἐγὼ καὶ σὺ καὶ Μέγιλλος ὅδε, τὸ τῆς φρονήσεως ἐπισκεψόμενοι τίνι ποτὲ χρὴ λόγῳ διεξελθεῖν, ὃ τὴν ἀνθρωπίνην ἕξιν φαμέν, ὅταν διανοηθῇ, κάλλιστʼ ἔχειν ποιεῖν πρὸς φρόνησιν ὅσην δυνατὸν ἀνθρώπῳ σχεῖν. τὰ μὲν γὰρ ἄλλα, ὥς φαμεν, ἅπαντα διεξήλθομεν ὅσα ἦν περὶ νόμων θέσιν· ὃ δὲ μέγιστον εὑρεῖν τε καὶ εἰπεῖν, τί ποτε μαθὼν θνητὸς ἄνθρωπος σοφὸς ἂν εἴη, τοῦτο οὔτε εἴπομεν οὔτε ηὕρομεν, νῦν τε πειρώμεθα τοῦτο μὴ καταλιπεῖν· σχεδὸν γὰρ ἀτελὲς ἂν πράξαιμεν οὗ χάριν ἅπαντες ὡρμήσαμεν, ὡς φανερὰ ποιήσοντες ἐξ ἀρχῆς μέχρι τέλους.
ΑΘ. ὦ φίλε Κλεινία, καλῶς μὲν λέγεις, ἄτοπον μὴν ἀκούσεσθαί σε λόγον οἶμαι, καί τινα τρόπον οὐκ ἄτοπον αὖ. πολλοὶ γὰρ δὴ προστυχεῖς τῷ βίῳ γιγνόμενοι τὸν αὐτὸν λόγον φέρουσιν, ὡς οὐκ ἔσται μακάριον τὸ τῶν ἀνθρώπων γένος οὐδʼ εὔδαιμον. ἕπου δὴ καὶ σύνιδε ἄν σοι δοκῶ κἀγὼ μετʼ αὐτῶν καλῶς τοῦ τοιούτου πέρι λέγειν. οὔ φημι εἶναι δυνατὸν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσιν γενέσθαι πλὴν ὀλίγων— μέχριπερ ἂν ζῶμεν τοῦτο διορίζομαι· καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἁπάντων ὧν ἕνεκά τις προθυμοῖτʼ ἂν ζῶν τε ὡς κάλλιστʼ ἂν ζῆν κατὰ δύναμιν καὶ τελευτήσας τελευτῆς τοιαύτης τυχεῖν—λέγω δʼ οὐδὲν σοφόν, ἀλλʼ ὅπερ ἅπαντες Ἕλληνές τε καὶ βάρβαροι γιγνώσκομέν τινα τρόπον, ὡς ἐξ ἀρχῆς τὸ γενέσθαι χαλεπὸν ἅπαντι ζῴῳ· πρῶτον μὲν τὸ μετασχεῖν τῆς τῶν κυουμένων ἕξεως, ἔπειτʼ αὖ τὸ γίγνεσθαι, καὶ ἔτι τὸ τρέφεσθαι καὶ παιδεύεσθαι, διὰ πόνων μυρίων ταῦτα γίγνεσθαι σύμπαντα, ὥς φαμεν ἅπαντες.