ΕΡΜ. ἔστι ταῦτα.

ΣΩ. τί δὲ ἦν ἐκεῖνο ᾧ ἔδει τρυπᾶν;

ΕΡΜ. τρύπανον.

ΣΩ. τί δὲ ᾧ κερκίζειν;

ΕΡΜ. κερκίς.

ΣΩ. τί δὲ ᾧ ὀνομάζειν;

ΕΡΜ. ὄνομα.

ΣΩ. εὖ λέγεις. ὄργανον ἄρα τί ἐστι καὶ τὸ ὄνομα.

ΕΡΜ. πάνυ γε.

ΣΩ. εἰ οὖν ἐγὼ ἐροίμην τί ἦν ὄργανον ἡ κερκίς; οὐχ ᾧ κερκίζομεν;

ΕΡΜ. ναί.

ΣΩ. κερκίζοντες δὲ τί δρῶμεν; οὐ τὴν κρόκην καὶ τοὺς στήμονας συγκεχυμένους διακρίνομεν;

ΕΡΜ. ναί.

ΣΩ. οὐκοῦν καὶ περὶ τρυπάνου ἕξεις οὕτως εἰπεῖν καὶ περὶ τῶν ἄλλων;

ΕΡΜ. πάνυ γε.

ΣΩ. ἔχεις δὴ καὶ περὶ ὀνόματος οὕτως εἰπεῖν; ὀργάνῳ ὄντι τῷ ὀνόματι ὀνομάζοντες τί ποιοῦμεν;

ΕΡΜ. οὐκ ἔχω λέγειν.

ΣΩ. ἆρʼ οὐ διδάσκομέν τι ἀλλήλους καὶ τὰ πράγματα διακρίνομεν ᾗ ἔχει;

ΕΡΜ. πάνυ γε.

ΣΩ. ὄνομα ἄρα διδασκαλικόν τί ἐστιν ὄργανον καὶ διακριτικὸν τῆς οὐσίας ὥσπερ κερκὶς ὑφάσματος.

ΕΡΜ. ναί.

ΣΩ. ὑφαντικὸν δέ γε ἡ κερκίς;

ΕΡΜ. πῶς δʼ οὔ;

ΣΩ. ὑφαντικὸς μὲν ἄρα κερκίδι καλῶς χρήσεται, καλῶς δʼ ἐστὶν ὑφαντικῶς· διδασκαλικὸς δὲ ὀνόματι, καλῶς δʼ ἐστὶ διδασκαλικῶς.

ΕΡΜ. ναί.

ΣΩ. τῷ τίνος οὖν ἔργῳ ὁ ὑφάντης καλῶς χρήσεται ὅταν τῇ κερκίδι χρῆται;

ΕΡΜ. τῷ τοῦ τέκτονος.

ΣΩ. πᾶς δὲ τέκτων ἢ ὁ τὴν τέχνην ἔχων;

ΕΡΜ. ὁ τὴν τέχνην.

ΣΩ. τῷ τίνος δὲ ἔργῳ ὁ τρυπητὴς καλῶς χρήσεται ὅταν τῷ τρυπάνῳ χρῆται;

ΕΡΜ. τῷ τοῦ χαλκέως.

ΣΩ. ἆρʼ οὖν πᾶς χαλκεὺς ἢ ὁ τὴν τέχνην ἔχων;

ΕΡΜ. ὁ τὴν τέχνην.

ΣΩ. εἶεν. τῷ δὲ τίνος ἔργῳ ὁ διδασκαλικὸς χρήσεται ὅταν τῷ ὀνόματι χρῆται;

ΕΡΜ. οὐδὲ τοῦτʼ ἔχω.

ΣΩ. οὐδὲ τοῦτό γʼ ἔχεις εἰπεῖν, τίς παραδίδωσιν ἡμῖν τὰ ὀνόματα οἷς χρώμεθα;

ΕΡΜ. οὐ δῆτα.

ΣΩ. ἆρʼ οὐχὶ ὁ νόμος δοκεῖ σοι εἶναι ὁ παραδιδοὺς αὐτά;

ΕΡΜ. ἔοικεν.

ΣΩ. νομοθέτου ἄρα ἔργῳ χρήσεται ὁ διδασκαλικὸς ὅταν ὀνόματι χρῆται;

ΕΡΜ. δοκεῖ μοι.

ΣΩ. νομοθέτης δέ σοι δοκεῖ πᾶς εἶναι ἀνὴρ ἢ ὁ τὴν τέχνην ἔχων;

ΕΡΜ. ὁ τὴν τέχνην.