Section 421
ΕΡΜ. ἐρωτῶ δὴ τὰ μέγιστα καὶ τὰ κάλλιστα, τήν τε ἀλήθειαν
καὶ τὸ ψεῦδος
καὶ τὸ ὂν
καὶ αὐτὸ τοῦτο περὶ ὧν νῦν ὁ λόγος ἡμῖν ἐστιν, ὄνομα,
διʼ ὅτι τὸ ὄνομα ἔχει.
ΣΩ.μαίεσθαι οὖν καλεῖς τι;
ΕΡΜ. ἔγωγε, τό γε ζητεῖν.
ΣΩ. ἔοικε τοίνυν ἐκ λόγου ὀνόματι συγκεκροτημένῳ, λέγοντος ὅτι τοῦτʼ ἔστιν ὄν, οὗ τυγχάνει ζήτημα ὄν, τὸὄνομα.
μᾶλλον δὲ ἂν αὐτὸ γνοίης ἐν ᾧ λέγομεν τὸ ὀνομαστόν
· ἐνταῦθα γὰρ σαφῶς λέγει τοῦτο εἶναι ὂν οὗ μάσμα ἐστίν. ἡ δʼ ἀλήθεια,
καὶ τοῦτο τοῖς ἄλλοις ἔοικε συγκεκροτῆσθαι· ἡ γὰρ θεία τοῦ ὄντος φορὰ ἔοικε προσειρῆσθαι τούτῳ τῷ ῥήματι, τῇ ἀληθείᾳ,
ὡς θεία οὖσα ἄλη. τὸ δὲψεῦδος
τοὐναντίον τῇ φορᾷ· πάλιν γὰρ αὖ λοιδορούμενον ἥκει τὸ ἰσχόμενον καὶ τὸ ἀναγκαζόμενον ἡσυχάζειν, ἀπείκασται δὲ τοῖς καθεύδουσι· τὸ ψεῖ δὲ προσγενόμενον ἐπικρύπτει τὴν βούλησιν τοῦ ὀνόματος. τὸ δὲ ὂν
καὶ ἡ οὐσία
ὁμολογεῖ τῷ ἀληθεῖ, τὸ ἰῶτα ἀπολαβόν· ἰὸν γὰρ σημαίνει, καὶ τὸ οὐκ ὂν
αὖ, ὥς τινες καὶ ὀνομάζουσιν αὐτό, οὐκ ἰόν.
ΕΡΜ. ταῦτα μέν μοι δοκεῖς, ὦ Σώκρατες, ἀνδρείως πάνυ διακεκροτηκέναι· εἰ δέ τίς σε ἔροιτο τοῦτο τὸ ἰὸν
καὶ τὸ ῥέον
καὶ τὸ δοῦν,
τίνα ἔχει ὀρθότητα ταῦτα τὰ ὀνόματα—
ΣΩ.τί ἂν αὐτῷ ἀποκριναίμεθα;
λέγεις; ἦ γάρ;
ΕΡΜ. πάνυ μὲν οὖν.
ΣΩ. ἓν μὲν τοίνυν ἄρτι που ἐπορισάμεθα ὥστε δοκεῖν τὶ λέγειν ἀποκρινόμενοι.
ΕΡΜ. τὸ ποῖον τοῦτο;
ΣΩ. φάναι, ὃ ἂν μὴ γιγνώσκωμεν, βαρβαρικόν τι τοῦτʼ εἶναι. εἴη μὲν οὖν ἴσως ἄν τι τῇ ἀληθείᾳ καὶ τοιοῦτον αὐτῶν, εἴη δὲ κἂν ὑπὸ παλαιότητος τὰ πρῶτα τῶν ὀνομάτων ἀνεύρετα εἶναι· διὰ γὰρ τὸ πανταχῇ στρέφεσθαι τὰ ὀνόματα, οὐδὲν θαυμαστὸν ἂν εἰ ἡ παλαιὰ φωνὴ πρὸς τὴν νυνὶ βαρβαρικῆς μηδὲν διαφέρει.
ΕΡΜ. καὶ οὐδέν γε ἀπὸ τρόπου λέγεις.
ΣΩ. λέγω γὰρ οὖν εἰκότα. οὐ μέντοι μοι δοκεῖ προφάσεις ἀγὼν δέχεσθαι, ἀλλὰ προθυμητέον ταῦτα διασκέψασθαι. ἐνθυμηθῶμεν δέ, εἴ τις ἀεί, διʼ ὧν ἂν λέγηται τὸ ὄνομα, ἐκεῖνα ἀνερήσεται τὰ ῥήματα, καὶ αὖθις αὖ διʼ ὧν ἂν τὰ ῥήματα λεχθῇ, ἐκεῖνα πεύσεται, καὶ τοῦτο μὴ παύσεται ποιῶν, ἆρʼ οὐκ ἀνάγκη τελευτῶντα ἀπειπεῖν τὸν ἀποκρινόμενον;