ἀλλʼ ὅρα εἰ ἔχεις τε καὶ μηδὲν δέῃ τῆς ἐπῳδῆς· εἰ γὰρ ἔχεις, μᾶλλον ἂν ἔγωγέ σοι συμβουλεύσαιμι ἐμὲ μὲν λῆρον ἡγεῖσθαι εἶναι καὶ ἀδύνατον λόγῳ ὁτιοῦν ζητεῖν, σεαυτὸν δέ, ὅσῳπερ σωφρονέστερος εἶ, τοσούτῳ εἶναι καὶ εὐδαιμονέστερον. καὶ ὁ Χαρμίδης, ἀλλὰ μὰ Δίʼ, ἦ δʼ ὅς, ἔγωγε, ὦ Σώκρατες, οὐκ οἶδα οὔτʼ εἰ ἔχω οὔτʼ εἰ μὴ ἔχω· πῶς γὰρ ἂν εἰδείην ὅ γε μηδʼ ὑμεῖς οἷοί τέ ἐστε ἐξευρεῖν ὅτι ποτʼ ἔστιν, ὡς φῂς σύ; ἐγὼ μέντοι οὐ πάνυ σοι πείθομαι, καὶ ἐμαυτόν, ὦ Σώκρατες, πάνυ οἶμαι δεῖσθαι τῆς ἐπῳδῆς, καὶ τό γʼ ἐμὸν οὐδὲν κωλύει ἐπᾴδεσθαι ὑπὸ σοῦ ὅσαι ἡμέραι, ἕως ἂν φῇς σὺ ἱκανῶς ἔχειν. εἶεν· ἀλλʼ, ἔφη ὁ Κριτίας, ὦ Χαρμίδη, ἢν δρᾷς τοῦτο ἔμοιγʼ ἔσται τοῦτο τεκμήριον ὅτι σωφρονεῖς, ἢν ἐπᾴδειν παρέχῃς Σωκράτει καὶ μὴ ἀπολείπῃ τούτου μήτε μέγα μήτε σμικρόν. ὡς ἀκολουθήσοντος, ἔφη, καὶ μὴ ἀπολειψομένου· δεινὰ γὰρ ἂν ποιοίην, εἰ μὴ πειθοίμην σοὶ τῷ ἐπιτρόπῳ καὶ μὴ ποιοίην ἃ κελεύεις. ἀλλὰ μήν, ἔφη, κελεύω ἔγωγε. ποιήσω τοίνυν, ἔφη, ἀπὸ ταυτησὶ τῆς ἡμέρας ἀρξάμενος. οὗτοι, ἦν δʼ ἐγώ, τί βουλεύεσθον ποιεῖν; οὐδέν, ἔφη ὁ Χαρμίδης, ἀλλὰ βεβουλεύμεθα. βιάσῃ ἄρα, ἦν δʼ ἐγώ, καὶ οὐδʼ ἀνάκρισίν μοι δώσεις; ὡς βιασομένου, ἔφη, ἐπειδήπερ ὅδε γε ἐπιτάττει· πρὸς ταῦτα σὺ αὖ βουλεύου ὅτι ποιήσεις. ἀλλʼ οὐδεμία, ἔφην ἐγώ, λείπεται βουλή· σοὶ γὰρ ἐπιχειροῦντι πράττειν ὁτιοῦν καὶ βιαζομένῳ οὐδεὶς οἷός τʼ ἔσται ἐναντιοῦσθαι ἀνθρώπων. μὴ τοίνυν, ἦ δʼ ὅς, μηδὲ σὺ ἐναντιοῦ. οὐ τοίνυν, ἦν δʼ ἐγώ, ἐναντιώσομαι.