ΣΩ. οὐκοῦν οἱ ῥήτορες αὐτίκα ἤτοι εἰδότες συμβουλεύειν ἢ οἰηθέντες εἰδέναι συμβουλεύουσιν ἡμῖν ἑκάστοτε, οἱ μὲν περὶ πολέμου τε καὶ εἰρήνης, οἱ δὲ περὶ τειχῶν οἰκοδομίας ἢ καὶ λιμένων κατασκευῆς· ἑνὶ δὲ λόγῳ, ὅσα δή ποτε ἡ πόλις πράττει πρὸς ἄλλην πόλιν ἢ αὐτὴ καθʼ αὑτήν, ἀπὸ τῆς τῶν ῥητόρων συμβουλῆς πάντα γίγνεται.

ΑΛ. ἀληθῆ λέγεις.

ΣΩ. ὅρα τοίνυν καὶ τὰ ἐπὶ τούτοις.

ΑΛ. ἂν δυνηθῶ.

ΣΩ. καλεῖς γὰρ δήπου φρονίμους τε καὶ ἄφρονας;

ΑΛ. ἔγωγε.

ΣΩ. οὐκοῦν τοὺς μὲν πολλοὺς ἄφρονας, τοὺς δʼ ὀλίγους φρονίμους;

ΑΛ. οὕτως.

ΣΩ. οὐκοῦν πρός τι ἀποβλέπων ἀμφοτέρους;

ΑΛ. ναί.

ΣΩ. ἆρʼ οὖν τὸν τοιοῦτον συμβουλεύειν εἰδότα, χωρὶς τοῦ πότερον βέλτιον καὶ ὅτε βέλτιον, φρόνιμον καλεῖς;

ΑΛ. οὐ δῆτα.

ΣΩ. οὐδέ γε οἶμαι ὅστις τὸ πολεμεῖν αὐτὸ οἶδε χωρὶς τοῦ ὁπότε βέλτιον καὶ τοσοῦτον χρόνον ὅσον βέλτιον. ἦ γάρ;

ΑΛ. ναί.

ΣΩ. οὐκοῦν οὐδὲ εἴ τίς τινα ἀποκτεινύναι οἶδεν οὐδὲ χρήματα ἀφαιρεῖσθαι καὶ φυγάδα ποιεῖν τῆς πατρίδος, χωρὶς τοῦ ὁπότε βέλτιον καὶ ὅντινα βέλτιον;

ΑΛ. οὐ μέντοι.

ΣΩ. ὅστις ἄρα τι τῶν τοιούτων οἶδεν, ἐὰν μὲν παρέπηται αὐτῷ ἡ τοῦ βελτίστου ἐπιστήμη—αὕτη δʼ ἦν ἡ αὐτὴ δήπου ἥπερ καὶ ἡ τοῦ ὠφελίμου· ἦ γάρ; —

ΑΛ. ναί.

ΣΩ. φρόνιμον δέ γε αὐτὸν φήσομεν καὶ ἀποχρῶντα σύμβουλον καὶ τῇ πόλει καὶ αὐτὸν αὑτῷ· τὸν δὲ μὴ τοιοῦτον τἀναντία τούτων. ἢ πῶς δοκεῖ;

ΑΛ. ἐμοὶ μὲν οὕτως.

ΣΩ. τί δʼ εἴ τις ἱππεύειν ἢ τοξεύειν οἶδεν, ἢ αὖ πυκτεύειν ἢ παλαίειν ἤ τι τῆς ἄλλης ἀγωνίας ἢ καὶ ἄλλο τι τῶν τοιούτων ὅσα τέχνῃ οἴδαμεν, τί καλεῖς ὃς ἂν εἰδῇ τὸ κατὰ ταύτην τὴν τέχνην βέλτιον γιγνόμενον; ἆρʼ οὐ τὸν κατὰ τὴν ἱππικὴν ἱππικόν;

ΑΛ. ἔγωγε.

ΣΩ. τὸν δέ γε οἶμαι κατὰ τὴν πυκτικὴν πυκτικόν, τὸν δὲ κατʼ αὐλητικὴν αὐλητικόν, καὶ τἆλλα δήπου ἀνὰ λόγον τούτοις· ἢ ἄλλως πως;

ΑΛ. οὔκ, ἀλλʼ οὕτως.

ΣΩ. δοκεῖ οὖν σοι ἀναγκαῖον εἶναι τὸν περὶ τούτων τι ἐπιστήμονα ὄντα ἄρα καὶ ἄνδρα φρόνιμον εἶναι, ἢ πολλοῦ φήσομεν ἐνδεῖν;

ΑΛ. πολλοῦ μέντοι νὴ Δία.

ΣΩ. ποίαν οὖν οἴει πολιτείαν εἶναι τοξοτῶν τε ἀγαθῶν καὶ αὐλητῶν, ἔτι δὲ καὶ ἀθλητῶν τε καὶ τῶν ἄλλων τεχνιτῶν, ἀναμεμειγμένων δʼ ἐν τούτοις οὓς ἄρτι εἰρήκαμεν τῶν τε αὐτὸ τὸ πολεμεῖν εἰδότων καὶ αὐτὸ τὸ ἀποκτεινύναι, πρὸς δὲ καὶ ἀνδρῶν ῥητορικῶν πολιτικὸν φύσημα φυσώντων, ἁπάντων δὲ τούτων ὄντων ἄνευ τῆς τοῦ βελτίστου ἐπιστήμης καὶ τοῦ εἰδότος, ὁπότε βέλτιον ἑνὶ ἑκάστῳ τούτων χρῆσθαι καὶ πρὸς τίνα;