ΣΩ. ἐμοὶ μὲν οὖν καλῶς δοκεῖ καὶ ἀσφαλῶς λέγειν ὁ ποιητής· σὺ δʼ εἴ τι ἐν νῷ ἔχεις πρὸς ταῦτα, μὴ σιώπα.

ΑΛ. χαλεπόν, ὦ Σώκρατες, ἐστὶν ἀντιλέγειν πρὸς τὰ καλῶς εἰρημένα· ἐκεῖνο δʼ οὖν ἐννοῶ, ὅσων κακῶν αἰτία ἡ ἄγνοια τοῖς ἀνθρώποις, ὁπότε, ὡς ἔοικε, λελήθαμεν ἡμᾶς αὐτοὺς διὰ ταύτην καὶ πράττοντες καὶ τό γε ἔσχατον εὐχόμενοι ἡμῖν αὐτοῖς τὰ κάκιστα. ὅπερ οὖν οὐδεὶς ἂν οἰηθείη, ἀλλὰ τοῦτό γε πᾶς ἂν οἴοιτο ἱκανὸς εἶναι, αὐτὸς αὑτῷ τὰ βέλτιστα εὔξασθαι, ἀλλʼ οὐ τὰ κάκιστα. τοῦτο μὲν γὰρ ὡς ἀληθῶς κατάρᾳ τινὶ ἀλλʼ οὐκ εὐχῇ ὅμοιον ἂν εἴη.

ΣΩ. ἀλλʼ ἴσως, ὦ βέλτιστε, φαίη ἄν τις ἀνήρ, ὃς ἐμοῦ τε καὶ σοῦ σοφώτερος ὢν τυγχάνοι, οὐκ ὀρθῶς ἡμᾶς λέγειν, οὕτως εἰκῇ ψέγοντας ἄγνοιαν, εἴ γε μὴ προσθείημεν τὴν ἔστιν ὧν τε ἄγνοιαν καὶ ἔστιν οἷς καὶ ἔχουσί πως ἀγαθόν, ὥσπερ ἐκείνοις κακόν.

ΑΛ. πῶς λέγεις; ἔστι γὰρ ὁτιοῦν πρᾶγμα ὅτῳ δὴ ὁπωσοῦν ἔχοντι ἄμεινον ἀγνοεῖν ἢ γιγνώσκειν;

ΣΩ. ἔμοιγε δοκεῖ· σοὶ δʼ οὔ;

ΑΛ. οὐ μέντοι μὰ Δία.

ΣΩ. ἀλλὰ μὴν οὐδὲ ἐκεῖνό σου καταγνώσομαι, ἐθέλειν ἄν σε πρὸς τὴν ἑαυτοῦ μητέρα διαπεπρᾶχθαι ἅπερ Ὀρέστην φασὶ καὶ τὸν Ἀλκμέωνα καὶ εἰ δή τινες ἄλλοι ἐκείνοις τυγχάνουσι ταὐτὰ διαπεπραγμένοι.

ΑΛ. εὐφήμει πρὸς Διός, ὦ Σώκρατες.

ΣΩ. οὔτοι τὸν λέγοντα, ὦ Ἀλκιβιάδη, ὡς οὐκ ἂν ἐθέλοις σοι ταῦτα πεπρᾶχθαι, εὐφημεῖν δεῖ σε κελεύειν, ἀλλὰ μᾶλλον πολύ, εἴ τις τὰ ἐναντία λέγοι, ἐπειδὴ οὕτω σοι δοκεῖ σφόδρα δεινὸν εἶναι τὸ πρᾶγμα, ὥστʼ οὐδὲ ῥητέον εἶναι οὕτως εἰκῇ. δοκεῖς δʼ ἂν τὸν Ὀρέστην, εἰ ἐτύγχανε φρόνιμος ὢν καὶ εἰδὼς ὅτι βέλτιστον ἦν αὐτῷ πράττειν, τολμῆσαι ἄν τι τούτων διαπράξασθαι;

ΑΛ. οὐ δῆτα.

ΣΩ. οὐδέ γε ἄλλον οἶμαι οὐδένα.

ΑΛ. οὐ μέντοι.

ΣΩ. κακὸν ἄρα, ὡς ἔοικεν, ἐστὶν ἡ τοῦ βελτίστου ἄγνοια καὶ τὸ ἀγνοεῖν τὸ βέλτιστον.

ΑΛ. ἔμοιγε δοκεῖ.

ΣΩ. οὐκοῦν καὶ ἐκείνῳ καὶ τοῖς ἄλλοις ἅπασιν;

ΑΛ. φημί.