ΑΛ. πάνυ γε.

ΣΩ. οὐκοῦν οὐχ οἱ αὐτοί;

ΑΛ. οὐ γάρ.

ΣΩ. ἆρʼ οὖν καὶ ἕτεροί τινές εἰσιν, οἳ μηδέτερα τούτων πεπόνθασιν;

ΑΛ. οὐ δῆτα.

ΣΩ. ἀνάγκη γάρ ἐστιν ἄνθρωπον ὄντα ἢ νοσεῖν ἢ μὴ νοσεῖν.

ΑΛ. ἔμοιγε δοκεῖ.

ΣΩ. τί δέ; περὶ φρονήσεως καὶ ἀφροσύνης ἆρά γε τὴν αὐτὴν ἔχεις σὺ γνώμην;

ΑΛ. πῶς λέγεις;

ΣΩ. εἰ δοκεῖ σοι οἷόν τε εἶναι ἢ φρόνιμον ἢ ἄφρονα, ἢ ἔστι τι διὰ μέσου τρίτον πάθος, ὃ ποιεῖ τὸν ἄνθρωπον μήτε φρόνιμον μήτε ἄφρονα;

ΑΛ. οὐ δῆτα.

ΣΩ. ἀνάγκη ἄρʼ ἐστὶ τὸ ἕτερον τούτων πεπονθέναι.

ΑΛ. ἔμοιγε δοκεῖ.

ΣΩ. οὐκοῦν μέμνησαι ὁμολογήσας ὑπεναντίον εἶναι μανίαν φρονήσει;

ΑΛ. ἔγωγε.

ΣΩ. οὐκοῦν καὶ μηδὲν εἶναι διὰ μέσου τρίτον πάθος, ὃ ποιεῖ τὸν ἄνθρωπον μήτε φρόνιμον μήτε ἄφρονα εἶναι;

ΑΛ. ὡμολόγησα γάρ.

ΣΩ. καὶ μὴν δύο γε ὑπεναντία ἑνὶ πράγματι πῶς ἂν εἴη;

ΑΛ. οὐδαμῶς.

ΣΩ. ἀφροσύνη ἄρα καὶ μανία κινδυνεύει ταὐτὸν εἶναι.

ΑΛ. φαίνεται.

ΣΩ. πάντας οὖν ἂν φάντες, ὦ Ἀλκιβιάδη, τοὺς ἄφρονας μαίνεσθαι ὀρθῶς ἂν φαίημεν· αὐτίκα τῶν σῶν ἡλικιωτῶν εἴ τινες τυγχάνουσιν ἄφρονες ὄντες, ὥσπερ εἰσί, καὶ τῶν ἔτι πρεσβυτέρων. ἐπεὶ φέρε πρὸς Διός, οὐκ οἴει τῶν ἐν τῇ πόλει ὀλίγους μὲν εἶναι τοὺς φρονίμους, ἄφρονας δὲ δὴ τοὺς πολλούς, οὓς δὴ σὺ μαινομένους καλεῖς;

ΑΛ. ἔγωγε.

ΣΩ. οἴει ἂν οὖν χαίροντας ἡμᾶς εἶναι μετὰ τοσούτων μαινομένων πολιτευομένους, καὶ οὐκ ἂν παιομένους καὶ βαλλομένους, καὶ ἅπερ εἰώθασιν οἱ μαινόμενοι διαπράττεσθαι, πάλαι δὴ δίκην δεδωκέναι; ἀλλὰ ὅρα, ὦ μακάριε, μὴ οὐχ οὕτως ταῦτʼ ἔχει.

ΑΛ. πῶς ἂν οὖν ποτʼ ἔχοι, ὦ Σώκρατες; κινδυνεύει γὰρ οὐχ οὕτως ἔχειν ὥσπερ ᾠήθην.

ΣΩ. οὐδʼ ἐμοὶ δοκεῖ. ἀλλὰ τῇδέ πῃ ἀθρητέον.

ΑΛ. πῇ ποτε λέγεις;

ΣΩ. ἐγὼ δή σοί γε ἐρῶ. ὑπολαμβάνομέν γέ τινας εἶναι νοσοῦντας· ἢ οὔ;

ΑΛ. πάνυ μὲν οὖν.

ΣΩ. ἆρʼ οὖν δοκεῖ σοι ἀναγκαῖον εἶναι τὸν νοσοῦντα ποδαγρᾶν ἢ πυρέττειν ἢ ὀφθαλμιᾶν, ἢ οὐκ ἂν δοκεῖ σοι καὶ μηδὲν τούτων πεπονθὼς ἑτέραν νόσον νοσεῖν; πολλαὶ γὰρ δήπου γέ εἰσι, καὶ οὐχ αὗται μόναι.

ΑΛ. ἔμοιγε δοκοῦσιν.

ΣΩ. ὀφθαλμία σοι οὖν δοκεῖ πᾶσα νόσος εἶναι;

ΑΛ. ναί.

ΣΩ. ἆρʼ οὖν καὶ πᾶσα νόσος ὀφθαλμία;

ΑΛ. οὐ δῆτα ἔμοιγε· ἀπορῶ μέντοι γε πῶς λέγω.