Book IX

ἀπορίαν δʼ ἔχει καὶ τὰ τοιαῦτα, οἷον πότερον δεῖ πάντα τῷ πατρὶ ἀπονέμειν καὶ πείθεσθαι, ἢ κάμνοντα μὲν ἰατρῷ πιστεύειν, στρατηγὸν δὲ χειροτονητέον τὸν πολεμικόν· ὁμοίως δὲ φίλῳ μᾶλλον ἢ σπουδαίῳ ὑπηρετητέον, καὶ εὐεργέτῃ ἀνταποδοτέον χάριν μᾶλλον ἢ ἑταίρῳ προετέον, ἐὰν ἄμφω μὴ ἐνδέχηται. ἆρʼ οὖν πάντα τὰ τοιαῦτα ἀκριβῶς μὲν διορίσαι οὐ ῥᾴδιον; πολλὰς γὰρ καὶ παντοίας ἔχει διαφορὰς καὶ μεγέθει καὶ μικρότητι καὶ τῷ καλῷ καὶ ἀναγκαίῳ. ὅτι δʼ οὐ πάντα τῷ αὐτῷ ἀποδοτέον, οὐκ ἄδηλον· καὶ τὰς μὲν εὐεργεσίας ἀνταποδοτέον ὡς ἐπὶ τὸ πολὺ μᾶλλον ἢ χαριστέον ἑταίροις, ὥσπερ καὶ δάνειον ᾧ ὀφείλει ἀποδοτέον μᾶλλον ἢ ἑταίρῳ δοτέον. ἴσως δʼ οὐδὲ τοῦτʼ ἀεί, οἷον τῷ λυτρωθέντι παρὰ λῃστῶν πότερα τὸν λυσάμενον ἀντιλυτρωτέον, κἂν ὁστισοῦν ᾖ, ἢ μὴ ἑαλωκότι ἀπαιτοῦντι δὲ ἀποδοτέον, ἢ τὸν πατέρα λυτρωτέον; δόξειε γὰρ ἂν καὶ ἑαυτοῦ μᾶλλον τὸν πατέρα. ὅπερ οὖν εἴρηται, καθόλου μὲν τὸ ὀφείλημα ἀποδοτέον, ἐὰν δʼ ὑπερτείνῃ ἡ δόσις τῷ καλῷ ἢ τῷ ἀναγκαίῳ, πρὸς ταῦτʼ ἀποκλιτέον. ἐνίοτε γὰρ οὐδʼ ἐστὶν ἴσον τὸ τὴν προϋπαρχὴν ἀμείψασθαι, ἐπειδὰν ὃ μὲν σπουδαῖον εἰδὼς εὖ ποιήσῃ, τῷ δὲ ἡ ἀνταπόδοσις γίνηται ὃν οἴεται μοχθηρὸν εἶναι. οὐδὲ γὰρ τῷ δανείσαντι ἐνίοτε ἀντιδανειστέον· ὃ μὲν γὰρ οἰόμενος κομιεῖσθαι ἐδάνεισεν ἐπιεικεῖ ὄντι, ὃ δʼ οὐκ ἐλπίζει κομιεῖσθαι παρὰ πονηροῦ. εἴτε τοίνυν τῇ ἀληθείᾳ οὕτως ἔχει, οὐκ ἴσον τὸ ἀξίωμα· εἴτʼ ἔχει μὲν μὴ οὕτως οἴονται δέ, οὐκ ἂν δόξαιεν ἄτοπα ποιεῖν. ὅπερ οὖν πολλάκις εἴρηται, οἱ περὶ τὰ πάθη καὶ τὰς πράξεις λόγοι ὁμοίως ἔχουσι τὸ ὡρισμένον τοῖς περὶ ἅ εἰσιν. ὅτι μὲν οὖν οὐ ταὐτὰ πᾶσιν ἀποδοτέον, οὐδὲ τῷ πατρὶ πάντα, καθάπερ οὐδὲ τῷ Διὶ θύεται, οὐκ ἄδηλον· ἐπεὶ δʼ ἕτερα γονεῦσι καὶ ἀδελφοῖς καὶ ἑταίροις καὶ εὐεργέταις, ἑκάστοις τὰ οἰκεῖα καὶ τὰ ἁρμόττοντα ἀπονεμητέον. οὕτω δὲ καὶ ποιεῖν φαίνονται· εἰς γάμους μὲν γὰρ καλοῦσι τοὺς συγγενεῖς· τούτοις γὰρ κοινὸν τὸ γένος καὶ αἱ περὶ τοῦτο δὴ πράξεις· καὶ εἰς τὰ κήδη δὲ μάλιστʼ οἴονται δεῖν τοὺς συγγενεῖς ἀπαντᾶν διὰ ταὐτό. δόξειε δʼ ἂν τροφῆς μὲν γονεῦσι δεῖν μάλιστʼ ἐπαρκεῖν, ὡς ὀφείλοντας, καὶ τοῖς αἰτίοις τοῦ εἶναι κάλλιον ὂν ἢ ἑαυτοῖς εἰς ταῦτʼ ἐπαρκεῖν· καὶ τιμὴν δὲ γονεῦσι καθάπερ θεοῖς, οὐ πᾶσαν δέ· οὐδὲ γὰρ τὴν αὐτὴν πατρὶ καὶ μητρί, οὐδʼ αὖ τὴν τοῦ σοφοῦ ἢ τὴν τοῦ στρατηγοῦ, ἀλλὰ τὴν πατρικήν, ὁμοίως δὲ καὶ μητρικήν. καὶ παντὶ δὲ τῷ πρεσβυτέρῳ τιμὴν καθʼ ἡλικίαν, ὑπαναστάσει καὶ κατακλίσει καὶ τοῖς τοιούτοις· πρὸς ἑταίρους δʼ αὖ καὶ ἀδελφοὺς παρρησίαν καὶ ἁπάντων κοινότητα. καὶ συγγενέσι δὲ καὶ φυλέταις καὶ πολίταις καὶ τοῖς λοιποῖς ἅπασιν ἀεὶ πειρατέον τὸ οἰκεῖον ἀπονέμειν, καὶ συγκρίνειν τὰ ἑκάστοις ὑπάρχοντα κατʼ οἰκειότητα καὶ ἀρετὴν ἢ χρῆσιν. τῶν μὲν οὖν ὁμογενῶν ῥᾴων ἡ σύγκρισις, τῶν δὲ διαφερόντων ἐργωδεστέρα. οὐ μὴν διά γε τοῦτο ἀποστατέον, ἀλλʼ ὡς ἂν ἐνδέχηται, οὕτω διοριστέον.