Book VII

μετὰ δὲ ταῦτα λεκτέον, ἄλλην ποιησαμένους ἀρχήν, ὅτι τῶν περὶ τὰ ἤθη φευκτῶν τρία ἐστὶν εἴδη, κακία ἀκρασία θηριότης. τὰ δʼ ἐναντία τοῖς μὲν δυσὶ δῆλα· τὸ μὲν γὰρ ἀρετὴν τὸ δʼ ἐγκράτειαν καλοῦμεν· πρὸς δὲ τὴν θηριότητα μάλιστʼ ἂν ἁρμόττοι λέγειν τὴν ὑπὲρ ἡμᾶς ἀρετήν, ἡρωικήν τινα καὶ θείαν, ὥσπερ Ὅμηρος περὶ τοῦ Ἕκτορος πεποίηκε λέγοντα τὸν Πρίαμον ὅτι σφόδρα ἦν ἀγαθός,

οὐδὲ ἐῴκει
ἀνδρός γε θνητοῦ πάις ἔμμεναι ἀλλὰ θεοῖο.
[Hom. Il. 24.258] ὥστʼ εἰ, καθάπερ φασίν, ἐξ ἀνθρώπων γίνονται θεοὶ διʼ ἀρετῆς ὑπερβολήν, τοιαύτη τις ἂν εἴη δῆλον ὅτι ἡ τῇ θηριώδει ἀντιτιθεμένη ἕξις· καὶ γὰρ ὥσπερ οὐδὲ θηρίου ἐστὶ κακία οὐδʼ ἀρετή, οὕτως οὐδὲ θεοῦ, ἀλλʼ ἣ μὲν τιμιώτερον ἀρετῆς, ἣ δʼ ἕτερόν τι γένος κακίας. ἐπεὶ δὲ σπάνιον καὶ τὸ θεῖον ἄνδρα εἶναι, καθάπερ οἱ Λάκωνες εἰώθασι προσαγορεύειν, οἳ ὅταν ἀγασθῶσι σφόδρα του, σεῖος ἀνήρ φασιν, οὕτω καὶ ὁ θηριώδης ἐν τοῖς ἀνθρώποις σπάνιος· μάλιστα δʼ ἐν τοῖς βαρβάροις ἐστίν, γίνεται δʼ ἔνια καὶ διὰ νόσους καὶ πηρώσεις· καὶ τοὺς διὰ κακίαν δὲ τῶν ἀνθρώπων ὑπερβάλλοντας οὕτως ἐπιδυσφημοῦμεν. ἀλλὰ περὶ μὲν τῆς διαθέσεως τῆς τοιαύτης ὕστερον ποιητέον τινὰ μνείαν, περὶ δὲ κακίας εἴρηται πρότερον· περὶ δὲ ἀκρασίας καὶ μαλακίας καὶ τρυφῆς λεκτέον, καὶ περὶ ἐγκρατείας καὶ καρτερίας· οὔτε γὰρ ὡς περὶ τῶν αὐτῶν ἕξεων τῇ ἀρετῇ καὶ τῇ μοχθηρίᾳ ἑκατέραν αὐτῶν ὑποληπτέον, οὔθʼ ὡς ἕτερον γένος. δεῖ δʼ, ὥσπερ ἐπὶ τῶν ἄλλων, τιθέντας τὰ φαινόμενα καὶ πρῶτον διαπορήσαντας οὕτω δεικνύναι μάλιστα μὲν πάντα τὰ ἔνδοξα περὶ ταῦτα τὰ πάθη, εἰ δὲ μή, τὰ πλεῖστα καὶ κυριώτατα· ἐὰν γὰρ λύηταί τε τὰ δυσχερῆ καὶ καταλείπηται τὰ ἔνδοξα, δεδειγμένον ἂν εἴη ἱκανῶς.

δοκεῖ δὴ ἥ τε ἐγκράτεια καὶ καρτερία τῶν σπουδαίων καὶ τῶν ἐπαινετῶν εἶναι, ἡ δʼ ἀκρασία τε καὶ μαλακία τῶν φαύλων καὶ ψεκτῶν, καὶ ὁ αὐτὸς ἐγκρατὴς καὶ ἐμμενετικὸς τῷ λογισμῷ, καὶ ἀκρατὴς καὶ ἐκστατικὸς τοῦ λογισμοῦ. καὶ ὁ μὲν ἀκρατὴς εἰδὼς ὅτι φαῦλα πράττει διὰ πάθος, ὁ δʼ ἐγκρατὴς εἰδὼς ὅτι φαῦλαι αἱ ἐπιθυμίαι οὐκ ἀκολουθεῖ διὰ τὸν λόγον. καὶ τὸν σώφρονα μὲν ἐγκρατῆ καὶ καρτερικόν, τὸν δὲ τοιοῦτον οἳ μὲν πάντα σώφρονα οἳ δʼ οὔ, καὶ τὸν ἀκόλαστον ἀκρατῆ καὶ τὸν ἀκρατῆ ἀκόλαστον συγκεχυμένως, οἳ δʼ ἑτέρους εἶναί φασιν. τὸν δὲ φρόνιμον ὁτὲ μὲν οὔ φασιν ἐνδέχεσθαι εἶναι ἀκρατῆ, ὁτὲ δʼ ἐνίους φρονίμους ὄντας καὶ δεινοὺς ἀκρατεῖς εἶναι. ἔτι ἀκρατεῖς λέγονται καὶ θυμοῦ καὶ τιμῆς καὶ κέρδους. τὰ μὲν οὖν λεγόμενα ταῦτʼ ἐστίν.