Book IX
Section 10
ἆρʼ οὖν ὡς πλείστους φίλους ποιητέον, ἢ καθάπερ ἐπὶ τῆς ξενίας ἐμμελῶς εἰρῆσθαι δοκεῖ μήτε πολύξεινος μήτʼ ἄξεινος,
[Hes. WD 715] καὶ ἐπὶ τῆς φιλίας ἁρμόσει μήτʼ ἄφιλον εἶναι μήτʼ αὖ πολύφιλον καθʼ ὑπερβολήν; τοῖς μὲν δὴ πρὸς χρῆσιν κἂν πάνυ δόξειεν ἁρμόζειν τὸ λεχθέν· πολλοῖς γὰρ ἀνθυπηρετεῖν ἐπίπονον, καὶ οὐχ ἱκανὸς ὁ βίος αὐτὸ τοῦτο πράττειν. οἱ πλείους δὴ τῶν πρὸς τὸν οἰκεῖον βίον ἱκανῶν περίεργοι καὶ ἐμπόδιοι πρὸς τὸ καλῶς ζῆν· οὐθὲν οὖν δεῖ αὐτῶν. καὶ οἱ πρὸς ἡδονὴν δὲ ἀρκοῦσιν ὀλίγοι, καθάπερ ἐν τῇ τροφῇ τὸ ἥδυσμα. τοὺς δὲ σπουδαίους πότερον πλείστους κατʼ ἀριθμόν, ἢ ἔστι τι μέτρον καὶ φιλικοῦ πλήθους, ὥσπερ πόλεως; οὔτε γὰρ ἐκ δέκα ἀνθρώπων γένοιτʼ ἂν πόλις, οὔτʼ ἐκ δέκα μυριάδων ἔτι πόλις ἐστίν. τὸ δὲ ποσὸν οὐκ ἔστιν ἴσως ἕν τι, ἀλλὰ πᾶν τὸ μεταξὺ τινῶν ὡρισμένων. καὶ φίλων δή ἐστι πλῆθος ὡρισμένον, καὶ ἴσως οἱ πλεῖστοι μεθʼ ὧν ἂν δύναιτό τις συζῆν (τοῦτο γὰρ ἐδόκει φιλικώτατον εἶναι)· ὅτι δʼ οὐχ οἷόν τε πολλοῖς συζῆν καὶ διανέμειν ἑαυτόν, οὐκ ἄδηλον. ἔτι δὲ κἀκείνους δεῖ ἀλλήλοις φίλους εἶναι, εἰ μέλλουσι πάντες μετʼ ἀλλήλων συνημερεύειν· τοῦτο δʼ ἐργῶδες ἐν πολλοῖς ὑπάρχειν. χαλεπὸν δὲ γίνεται καὶ τὸ συγχαίρειν καὶ τὸ συναλγεῖν οἰκείως πολλοῖς· εἰκὸς γὰρ συμπίπτειν ἅμα τῷ μὲν συνήδεσθαι τῷ δὲ συνάχθεσθαι. ἴσως οὖν εὖ ἔχει μὴ ζητεῖν ὡς πολυφιλώτατον εἶναι, ἀλλὰ τοσούτους ὅσοι εἰς τὸ συζῆν ἱκανοί· οὐδὲ γὰρ ἐνδέχεσθαι δόξειεν ἂν πολλοῖς εἶναι φίλον σφόδρα. διόπερ οὐδʼ ἐρᾶν πλειόνων· ὑπερβολὴ γάρ τις εἶναι βούλεται φιλίας, τοῦτο δὲ πρὸς ἕνα· καὶ τὸ σφόδρα δὴ πρὸς ὀλίγους. οὕτω δʼ ἔχειν ἔοικε καὶ ἐπὶ τῶν πραγμάτων· οὐ γίνονται γὰρ φίλοι πολλοὶ κατὰ τὴν ἑταιρικὴν φιλίαν, αἱ δʼ ὑμνούμεναι ἐν δυσὶ λέγονται. οἱ δὲ πολύφιλοι καὶ πᾶσιν οἰκείως ἐντυγχάνοντες οὐδενὶ δοκοῦσιν εἶναι φίλοι, πλὴν πολιτικῶς, οὓς καὶ καλοῦσιν ἀρέσκους. πολιτικῶς μὲν οὖν ἔστι πολλοῖς εἶναι φίλον καὶ μὴ ἄρεσκον ὄντα, ἀλλʼ ὡς ἀληθῶς ἐπιεικῆ· διʼ ἀρετὴν δὲ καὶ διʼ αὐτοὺς οὐκ ἔστι πρὸς πολλούς, ἀγαπητὸν δὲ καὶ ὀλίγους εὑρεῖν τοιούτους.