Book IV

οὗτοι μὲν οὖν οἱ τρόποι τέτταρες τὸν ἀριθμόν· τοσοῦτοι δʼ ἕτεροι καὶ οἱ κατὰ μέρος. πάλιν γὰρ ἐκ τινῶν καὶ οἱ δικάζοντες περὶ πάντων αἱρέσει, ἢ ἐκ τινῶν περὶ πάντων κλήρῳ, ἢ τὰ μὲν κλήρῳ τὰ δὲ αἱρέσει, ἢ ἔνια δικαστήρια περὶ τῶν αὐτῶν ἐκ κληρωτῶν καὶ αἱρετῶν. οὗτοι μὲν οὖν, ὥσπερ ἐλέχθησαν, οἱ τρόποι ἀντίστροφοι τοῖς εἰρημένοις· ἔτι δὲ τὰ αὐτὰ συνδυαζόμενα, λέγω δʼ οἷον τὰ μὲν ἐκ πάντων τὰ δʼ ἐκ τινῶν τὰ δʼ ἐξ ἀμφοῖν (οἷον εἰ τοῦ αὐτοῦ δικαστηρίου εἶεν οἱ μὲν ἐκ πάντων οἱ δʼ ἐκ τινῶν), καὶ ἢ κλήρῳ ἢ αἱρέσει ἢ ἀμφοῖν. ὅσους μὲν οὖν ἐνδέχεται τρόπους εἶναι τὰ δικαστήρια, εἴρηται· τούτων δὲ τὰ μὲν πρῶτα δημοτικά, ὅσα ἐκ πάντων περὶ πάντων, τὰ δὲ δεύτερα ὀλιγαρχικά, ὅσα ἐκ τινῶν περὶ πάντων, τὰ δὲ τρίτα ἀριστοκρατικὰ καὶ πολιτικά, ὅσα τὰ μὲν ἐκ πάντων τὰ δʼ ἐκ τινῶν.